202
τὰ κδʹ γράμματα ἐπὶ κόνεως, καὶ ἐπιθέντες καθ' ἕκαστον γράμμα κόκ κον σίτου, ἀπέλυσαν ἀλέκτορα ἐπὶ τὰ γράμματα, καὶ ἔλαβεν ὁ ἀλέκτωρ τὸν ἐν τῷ θ κόκκον, ἔπειτα τὸν ἐν τῷ ε καὶ ο καὶ τὸν ἐν τῷ δ. καὶ ἐγένετο ἡ τούτων μαντεία ἀμφίβολος· τοιαῦτα γὰρ τὰ τῶν τοιούτων ἀπατηλά. τοῦτο μαθὼν Οὐάλης πολλοὺς Θεο δοσίους καὶ Θεοδότους καὶ Θεοδώρους καὶ τοὺς ὁμοίως ἐγκειμέ νους τοῖς γράμμασι τούτοις ἀπὸ τῶν ὀνομάτων ἀναιτίως ἐκόλασεν. Ἰάμβλιχος δὲ φοβηθεὶς φάρμακον πιὼν ἀπέθανε. μαθὼν δὲ ἐν 1.549 Ἀντιοχείᾳ Οὐάλης περὶ τῶν Γότθων ἦλθεν εἰς Κωνσταντινούπολιν. ὕβριζον δὲ αὐτὸν οἱ Βυζάντιοι ὡς ἄνανδρον καὶ φυγοπόλεμον. ἐξερχομένου δὲ αὐτοῦ πρὸς τὸν τῶν Γότθων πόλεμον, Ἰσαάκιός τις μοναχὸς τῶν μεγάλων κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου Οὐάλεντος ἔφη πρὸς αὐτόν "ποῦ ἐξέρχῃ, βασιλεῦ, κατὰ θεοῦ στρατευόμε νος καὶ θεὸν ἔχων ἀντίπαλον;" τοῦτον ὀργισθεὶς Οὐάλης φρουρᾷ παρέδωκεν, ἀπειλήσας θάνατον εἰ ἐπανέλθοι. πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς, ἐθεάσατο κατ' ὄναρ ἄνδρα τινὰ λέγοντα αὐτῷ "τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν, ἔνθα μόρος σε δεινὸς ἁρπάσει τάλαν." διυπνισθεὶς οὖν ἠρώτα τίς ἐστι Μίμας, προσκαλεσά μενος δέ τινα τῶν σοφῶν ἐπυνθάνετο παρ' αὐτοῦ τίς ἐστι Μίμας. ὁ δὲ ἔφη αὐτῷ "ὄρος ἐστί, δέσποτα, μέγιστον τῆς Ἀσίας, προσεγ γίζον τῇ θαλάσσῃ, πλησίον τῆς νήσου Χίου· οὗ τινὸς καὶ Ὅμηρος μέμνηται, φάσκων ἐν Ὀδυσσείᾳ "παρ' ἠνεμόεντα Μίμαντα." καὶ ὁ βασιλεύς "τίς ἐμοὶ χρεία πρὸς τὸ τοῦ Μίμαντος ὄρος, ἵνα ἐκεῖ τελευτήσω ἀπελθών;" τοῦτο πλάνη δαιμόνων, καὶ εἰδώλων ἀπατηλῶν ὄνειρος. καὶ μετὰ μικρὸν ἐξῆλθε τῆς Θρᾴκης πολε μήσων τοῖς Σκύθαις. καὶ συμβαλὼν αὐτοῖς καὶ ἡττηθεὶς κατὰ κράτος φεύγει ἔν τινι χωρίῳ, καὶ εἰσελθὼν ἐν ἀχυρῶνι μετὰ τῶν συνόντων ἐκρύπτετο. τῶν οὖν Σκυθῶν πῦρ ἐμβαλόντων ἀγνοίᾳ τῶν κεκρυμμένων, πάντες οἱ ἐν τῷ οἰκήματι προσπεφευγότες ἀπε τεφρώθησαν, γεγονότες πυρίκαυστοι. ὕστερον δὲ μετὰ τὴν τῶν 1.550 πολεμίων ἀναχώρησιν ἀναζητούντων τινῶν τὸ σῶμα τοῦ βασιλέως, εὑρέθη ἐν ᾧ ἐκρύπτετο οἰκήματι τάφος ἀρχαίου τινὸς ἐπιγεγραμ μένος οὕτως "ἐνταῦθα κεῖται Μίμας Μακεδὼν στρατηγέτης." ὁ δὲ θεῖος Ἰσαάκιος ἐν τῇ φρουρᾷ ὢν τῆς δυσωδίας ἀντελάβετο τῇ τῆς ψυχῆς καθαρότητι, καὶ ἔφη "οὕτως ὁ ἄθλιος Οὐάλης ἄρτι κατακαίεται." ὅπερ διὰ τῶν μετὰ ταῦτα ἐπανελθόντων ἐβεβαιώθη. ἦν δὲ Οὐάλης τὴν ἡλικίαν διμοιραίαν ἔχων, αὐθά δης τὸν τρόπον καὶ ὑπερήφανος καὶ πρὸς αἱμάτων χύσεις ἑτοιμό τατος, ἔχων τὰς φρένας ἀσυμπαθεῖς καὶ παντὸς ἐλέους ἀλλοτρίας, αὐστηρίᾳ τὸν λογισμὸν σκοτιζόμενος καὶ πάσης παιδείας ἀμέτοχος. γυνὴ δὲ τούτου ∆ομνίκα, Ἀρειανὴ διάπυρος.
Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ, αἱρετικός, ἐβασίλευσε μόνος ἔτη γʹ καὶ μετὰ Θεοδοσίου ἕτερα γʹ· ἀπὸ γὰρ τοῦ Βυζαν τίου ἐπέμφθησαν πρέσβεις πρὸς Γρατιανὸν ἐν Πανονίᾳ κατερχό μενον, δοθῆναι αὐτοῖς βασιλέα, καὶ ἐδόθη αὐτοῖς ὁ μέγας Θεο δόσιος ἀναγορευθεὶς βασιλεύς, καὶ ἐκράτησεν ἔτη ιζʹ μῆνας εʹ ἡμέρας δʹ. ἐπὶ Γρατιανοῦ σεισμὸς ἐν Ἀλεξανδρείᾳ γέγονεν ἐπὶ τοσοῦτον ὡς ἐπὶ πολὺ ὑποχωρῆσαι τὴν θάλασσαν καὶ τὰ πλοῖα ἐπὶ ξηρᾶς ἑστάναι. πλήθους δὲ πολλοῦ ἐπὶ τῷ παραδόξῳ θεά ματι συνδεδραμηκότος, τῶν ὑδάτων ἀθρόως ἐκδραμόντων πέντε μυριάδες ἀνθρώπων κατεποντίσθησαν· καὶ τῆς Κρήτης δὲ καὶ Ἀχαΐας καὶ Βοιωτίας Ἠπείρου τε καὶ Σικελίας πλεῖστα μέρη ἀπο 1.551 λέσθαι, τῆς θαλάσσης ἀνελθούσης καὶ ἐπικλυσάσης αὐτά, ὡς καὶ ἐπὶ τῶν ὀρέων ἀπορριφῆναι πλοῖα ἄχρι σταδίων ἑκατόν. Μαξιμιανὸς δέ τις Βρεττανός, ὅτι τὸν Θεοδόσιον ὁ Γρα τιανὸς βασιλέα ἐποίησεν αὐτοῦ μηδεμιᾶς τυχόντος τιμῆς, διήγειρε τοὺς ἐν Βρεττανίᾳ ἀντᾶραι Γρατιανῷ. καὶ ἀποστέλλει Ἀνδραγά θιον κατ' αὐτοῦ. ὁ δὲ εἰσῆλθεν ἐν φορείῳ καταστέγῳ, φημίζων τὴν γυναῖκα Γρατιανοῦ εἶναι ἐκ Βρεττανίας ἐπανήκουσαν, ἧς τῇ ἀγάπῃ Γρατιανὸς κρατηθεὶς τῷ φορείῳ προσῆλθε· καὶ ἀνακαλύ ψας βλέπει τὸν