203
Ἀνδραγάθιον, ὃς παραυτὰ διὰ στρατιωτῶν παρ εσκευασμένων ὄντων ἐπὶ τούτου Γρατιανὸν διεχειρίσατο. ὃς ἐπὶ τοσοῦτον εὐστόχως ἐτόξευεν ὡς λέγειν τινὰς τὰ Γρατιανοῦ βέλη φρένας ἔχειν. μετετέθη δὲ ὑπὸ Θεοδοσίου εἰς τοὺς βασιλικοὺς τάφους. Ἀδελφὸς δὲ Γρατιανοῦ ὁμώνυμος τῷ πατρὶ Οὐαλεντινιανῷ, ἔτι περιών, τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο καὶ τὰς ἰδίας ἐκκλησίας ἀπέδωκεν αὐτοῖς, ἐκδιώξας τοὺς Ἀρειανούς, ∆αμάσου τοῦ πάπα Ῥώμης αὐτῷ συμπράττοντος. τότε καὶ ὁ θεολόγος Γρηγόριος παρρησιαστικώτερον τὸν λόγον τῆς ἀληθείας ἐδίδασκεν ἐν Κωνσταντινουπόλει εἰς τὸ εὐκτήριον τῆς ἁγίας Ἀναστασίας ἔτι μικρὸν τυγχάνον, δέκα χρόνους καὶ μικρόν τι πρὸς ἐκεῖσε πεποιη κώς. ἔνθα καὶ παράδοξα γίνεται θαύματα ἐξ ἐμφανείας τῆς παναχράντου δεσποίνης ἡμῶν τῆς θεοτόκου. δισσῶς γὰρ λέγεται ἡ ἐπωνυμία τοῦ τῆς ἁγίας Ἀναστασίας ναοῦ, ἀνάστασις μὲν διὰ 1.552 τὸ τὸν τῆς ὀρθοδοξίας λόγον ἐν ταύτῃ ἀναστῆναι, Ἀναστασία δὲ διὰ τὸ συμβὰν εἰς αὐτὴν θαυματούργημα· λέγεται γὰρ γυναῖκά τινα ἄνωθεν πεσοῦσαν ἀποθανεῖν, γενομένης δὲ κοινῆς εὐχῆς ὑπὸ τῶν ὀρθοδόξων ταύτην ἀναστῆναι. μικροῦ δὲ ὄντος τότε τοῦ εὐκτηρίου, ὕστερον ἐπὶ τοῦ ὁσίου Μαρκιανοῦ ἀνοικοδομηθῆναι καθὼς ὁρᾶται. Θεοδόσιος μέντοι βασιλεὺς τῷ γένει μὲν Ἴβηρ ἦν τῶν ἑσπε ρίων, εὐγενὴς δέ τις καὶ θαυμάσιος περὶ τοὺς πολέμους. οὗτος εὐθὺ τοὺς ἐν Θρᾴκῃ βαρβάρους κατὰ κράτος ἐνίκησεν, εὐσεβὴς ὢν καὶ ὀρθόδοξος. οὗτος ἦν τὴν μὲν ἀναδρομὴν τοῦ σώματος σύμμετρος, ἄμεμπτος ἀπὸ ποδῶν ἕως κεφαλῆς, ὑπέρυθρος τῷ προσώπῳ, ξανθὴν ἔχων τὴν τρίχα, τὴν ῥῖνα λεπτὴν καὶ ἐπίγρυ πον, χαρίεις τὴν ὁμιλίαν, τὸν τρόπον δὲ χαριέστατος, ἔχων γυ ναῖκα ὀνόματι Πλακίλλαν, ἐξ ἧς ἔσχεν Ἀρκάδιον καὶ Ὁνώριον· ἧς τελευτησάσης Γάλλαν ἀδελφὴν Γρατιανοῦ ἔγημεν. ἐν Θεσσα λονίκῃ δὲ ὤν, νόσῳ περιπεσών, βαπτίζεται ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου. καὶ νόμον ὑπὲρ τῶν ὀρθοδόξων τοῦ ὁμοουσίου ἔγρα ψεν, ὃν ἐν Κωνσταντινουπόλει ἀπέστειλαν. ἐλθὼν δὲ καὶ αὐτὸς ἐν Κωνσταντινουπόλει ∆ημοφίλῳ ἐδήλωσεν ἢ ἀποστῆναι τῆς Ἀρείου πλάνης ἢ ταχέως τῆς ἐκκλησίας ἐξελθεῖν. ὁ δὲ τὸ πλῆθος τῶν Ἀρειανῶν συνάξας ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ἔχων καὶ Λού κιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀρειανὸν σὺν αὐτῷ. καὶ οὕτω λοιπὸν ὁ θεῖος Γρηγόριος, μεθ' ὧν αὐτὸς τὴν ὀρθόδοξον πίστιν 1.553 ἐφώτισε, τὰς ἐκκλησίας πάσας παρέλαβε, τεσσαράκοντα ἔτη καὶ μικρόν τι πρὸς κατασχόντων αὐτὰς τῶν Ἀρειανῶν. Τῷ εʹ ἔτει Θεοδοσίου ἐν Ἀντιοχείᾳ ἔτεκε γυνὴ ἐν ταὐτῷ παιδία τέσσαρα ἀρρενικά· ἐπέζησε δὲ μῆνας δύο, καὶ ἀπέθανεν ἓν ἐπὶ ἑνὶ τὰ τέσσαρα. Τῷ ʹ ἔτει ἡ μεγάλη καὶ οἰκουμενικὴ ἁγία δευτέρα σύνοδος τῶν ἑκατὸν πεντήκοντα ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινου πόλει συνηθροίσθη πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογματισθέν των καὶ κατὰ Μακεδονίου τοῦ πνευματομάχου· ὑπῆρχον δὲ Τι μόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων καὶ Γρηγόριος ὁ θεολόγος. ἀναθεματίζεται δὲ Μακεδό νιος κατὰ τοῦ ἁγίου πνεύματος βλασφημῶν, καὶ σὺν αὐτῷ Σα βέλλιος καὶ Ἀπολινάριος, ἔτι δὲ Ἄρειος καὶ Εὐσέβιος ὁ Νικομηδείας Εὐζώϊός τε καὶ Ἀκάκιος, Θεόγνις καὶ Εὐφρόνιος καὶ οἱ λοι ποὶ αἱρετικοί. ἀπέχει δὲ ἡ δευτέρα σύνοδος ἀπὸ τῆς πρώτης ἔτη ξʹ. Γρηγορίῳ δὲ τῷ θεολόγῳ τὴν ἐπισκοπὴν Κωνσταντινου πόλεως ἡ σύνοδος ἐκύρωσεν ὡς πολλὰ καμόντι καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν ἐκκλησίαν ἐλευθερώσαντι. τινὰς δὲ τῶν ἐξ Αἰγύ πτου μαθὼν ὁ μακαριώτατος τῷ πράγματι φθονήσαντας, τὸν συντακτήριον ἐπιδειξάμενος λόγον ἑκουσίως τοῦ θρόνου τῆς βα σιλίδος ὑπεχώρησε, δύο χρόνους μόνον ταύτης ἐπισκοπήσας.
Νεκτάριον ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζονται, ἀβάπτιστον ἕως τότε τυγχάνοντα. προσέθηκε δὲ τῷ συμβόλῳ καὶ τὴν θεο 1.554 λογίαν τοῦ πνεύματος. ἐξέθετο δὲ καὶ κανόνας ἐν οἷς τῷ θρόνῳ Κωνσταντινουπόλεως τὰ πρεσβεῖα Ῥώμης ἀπένειμε. τότε καὶ ἡ κεφαλὴ τοῦ προδρόμου ἐν Κωνσταντινουπόλει ἤχθη, καὶ τὸ