204
σῶμα τοῦ ἁγίου Παύλου τοῦ ὁμολογητοῦ. Τῷ ζʹ ἔτει τούτου Θεοδόσιος ὁ Αὔγουστος Ὁνώριον υἱὸν αὐτοῦ τὸν ἐκ Πλακίλλης ὕπατον ἀνέδειξε καὶ πολεμεῖν τῷ τυράννῳ Μαξίμῳ ηὐτρέπισε. Τῷ ηʹ ἔτει ἐν Παλαιστίνῃ, ἐν κώμῃ Ἐμμαοῦς λεγομένῃ, παιδίον ἐγεννήθη τέλειον ἀπὸ ὀμφαλοῦ καὶ ἄνω διῃρημένον, ὃ εἶχε δύο στήθη, δύο κεφαλάς, καὶ ἕκαστον τὰς αἰσθήσεις εἶχε. τὸ ἓν ἤσθιε καὶ ἔπινε, τὸ δὲ ἕτερον οὐχί· τὸ ἓν ἐκάθευδε, καὶ τὸ ἕτερον ἐγρηγόρει. ἔστι δ' ὅτε καὶ συνέπαιζον πρὸς ἄλληλα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔτυπτον ἄλληλα. ἔζησαν δὲ ἔτη δύο, καὶ τὸ μὲν ἓν ἀπέθανε, τὸ δὲ ἕτερον μετὰ τέσσαρας ἡμέρας ἐτελεύ τησεν. Τῷ ʹ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Θεοδοσίου γέγονεν ἡ ἐν Κωνσταντινουπόλει ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος τῶν ρνʹ ἁγίων πατέρων, ἐπὶ ∆αμάσου πάπα Ῥώμης, ἧς ἡγοῦντο Τι μόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων καὶ Γρηγόριος ὁ θεολόγος, κατὰ Μακεδονίου γεγονότος ἐπισκόπου Κωνσταντινουπόλεως, ὃς ἔτι περιὼν ὡσαύτως τῷ Ἀρείῳ ἐβλασφήμει. ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ εἶναι θεὸν ἀληθινὸν ἀλλὰ κτίσμα καὶ αὐτὸ ὑπελάμβανεν. ὀλίγου δὲ καιροῦ 1.555 παρῳχηκότος μαθὼν ὁ θεῖος Γρηγόριός τινας τῶν ἐξ Αἰγύπτου 1.555 τῷ λόγῳ αὐτοῦ φθονήσαντας, τὸν συντακτήριον ἐπιδειξάμενος λόγον τῆς ἐπισκοπικῆς διοικήσεως ὑπανεχώρησε. καὶ πρὸς τὸ ἐν Καππαδοκίᾳ κτῆμα αὐτοῦ ἀπελθών, μικρόν τι ἡσυχάσας ἐν αὐτῷ καὶ τῶν πολλῶν ἠρεμήσας θορύβων καὶ ἐν μείζονι γενόμενος θεω ρίᾳ τὸν βίον ὑπαλλάττει, πρεσβύτης καὶ πλήρης ἡμερῶν, τῶν τοῦ πνεύματος ἁπάσης γνώσεως καὶ θεωρίας ἔμπλεως. ἡ δὲ ἁγία σύνοδος Μακεδόνιον ἀναθεματίζει, σὺν αὐτῷ καὶ Σαβέλλιον τὸν Λίβυν ἓν πρόσωπον ἐπὶ τῆς ἁγίας τριάδος δοξάζοντα, ἔτι δὴ καὶ Ἀπολινάριον τὸν Λαοδικέα λέγοντα τὸν ἐνανθρωπήσαντα λόγον ἄνθρωπον εἶναι, ἀντὶ δὲ νοὸς τὸν λόγον ἀρκεῖν τῇ ψυχῇ. ἐκή ρυξε δὲ τὸ πνεῦμα τὸ ἅγιον εἶναι ζῳοποιὸν καὶ ὁμοούσιον τῷ πα τρὶ καὶ τῷ υἱῷ, προστεθεικυῖα εἰς τὸ ἅγιον σύμβολον περὶ τοῦ ἁγίου πνεύματος τὸ κύριον, τὸ ζῳοποιὸν καὶ τὰ ἑξῆς. Τότε ὁ μέγας Ἀμφιλόχιος ἐδυσώπει τὸν βασιλέα ἐξελαθῆναι τοὺς Ἀρειανοὺς ἐκ πασῶν τῶν πόλεων. ὁ δὲ ἀπηνεστέραν ὑπολα βὼν τὴν αἴτησιν οὐχ ὑπήκουσε. καὶ τότε μὲν ὁ σοφώτατος Ἀμφιλόχιος ἐσίγησε, μετ' οὐ πολὺ δὲ ἐντὸς τῶν βασιλείων γενόμενος τὸν μὲν βασιλέα ἠσπάσατο ὡς εἰκός, τὸν δὲ υἱὸν αὐτοῦ σὺν αὐτῷ ἑστῶτα βασιλικῶς ἀγέραστον κατέλιπε. καὶ ὁ βασιλεὺς νομίσας ἐπιλησθῆναι τὸν Ἀμφιλόχιον ἀσπάσασθαι καὶ τὸν υἱὸν βασιλικῶς προσέταξεν. ὁ δὲ ἀποχρῆν ἔφη τὴν παρ' αὐτοῦ προσενεχθεῖσαν αὐτῷ ἰδιωτικῶς τιμήν. ὃν ὁ βασιλεὺς χαλεπήνας οἰκείαν ἔλεγεν 1.556 εἶναι τὴν τοῦ υἱοῦ ἀτιμίαν. καὶ ὁ Ἀμφιλόχιος ἐξεβόησεν "ὁρᾷς, ὦ βασιλεῦ, πῶς οὐ φέρεις τὴν τοῦ υἱοῦ ἀτιμίαν; πίστευσον οὖν καὶ τὸν θεὸν τοὺς τὸν υἱὸν αὐτοῦ βλασφημοῦντας βδελύττεσθαί τε καὶ ἀποστρέφεσθαι." τοῦτο ἀκούσας ὁ βασιλεὺς καὶ σφόδρα θαυμάσας νόμον ἔγραψεν εὐθὺς τὰς τῶν αἱρετικῶν συνάξεις κω λύοντα. τούτῳ τῷ ἀγαθῷ φθονήσας ὁ μισόκαλος δαίμων ὠμόν τι καὶ ἀπάνθρωπον παρεσκεύασε γενέσθαι. ἀπὸ γὰρ Κωνσταν τινουπόλεως ἐπὶ Ῥώμην ὁ βασιλεὺς τὴν ὁδοιπορίαν ποιούμενος ἐν Θεσσαλονίκῃ κατὰ πάροδον γέγονε, τῶν δὲ στρατιωτῶν αὐτοῦ ταραξάντων τὴν πόλιν διὰ μιτάτα ἐστασίασαν οἱ Θεσσαλονικεῖς, καὶ τὸν μὲν βασιλέα ὕβρισαν, τινὰς δὲ τῶν ἀρχόντων αὐτοῦ ἐλι θοβόλησαν. ὁ βασιλεὺς δὲ ταῦτα μαθὼν καὶ τὴν ῥύμην τοῦ θυ μοῦ μὴ ἐνεγκὼν τῷ ἐπάρχῳ τῆς πόλεως ἐκείνης τὴν ψῆφον τῆς τιμωρίας ἐπέτρεψεν· ὃς τὴν τοιαύτην ἐξουσίαν εἰληφὼς οἷα δὴ αὐτόνομος τύραννος ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε, καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινε χιλιάδας ἑπτά, ὡς δέ τινες, πεντεκαίδεκα. ταύτην τὴν συμφορὰν ὁ μέγας Ἀμβρόσιος ἀκηκοώς, Μεδιολάνων ἐπίσκοπος-πόλις δὲ τῆς Ἰταλίας αὕτη, εἰς ἣν ἀφικομένου τοῦ βασιλέως καὶ συνήθως εἰς τὸν ναὸν βουλη θέντος εἰσελθεῖν ἔξωθεν τῶν προθύρων συναντήσας ὁ ἅγιος ἐκώ λυσε τὴν