205
εἴσοδον, λέγων αὐτῷ μετὰ παρρησίας "οὐκ οἶδας, ὡς ἔοικε, βασιλεῦ, τῆς εἰργασμένης παρανομίας τὸ μέγεθος· οὐδὲ γὰρ ἐᾷ σε τῆς βασιλείας ἴσως ἡ δυναστεία τὴν ἁμαρτίαν ἐπιγνῶ 1.557 ναι· ὑπὸ γὰρ τῆς ἁλουργίδος ἀπατώμενος ἀγνοεῖς τοῦ καλυπτο μένου σώματος τὴν ἀσθένειαν. ἀλλ' ἴσθι, ὡς φθαρτὸς ὢν καὶ ῥευστός, τοιοῦτόν σοι ὑπάρχει καὶ τὸ τῆς δυναστείας κράτος· μι κρὸν δὲ ὕστερον λόγον ἀποδώσεις τῷ βασιλεῖ τῶν βασιλευόντων. ποίοις οὖν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ δεσπότου ναόν; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τῶν ἀδίκων φόνων τὸ αἷμα; πῶς δὲ καὶ τοιαύταις ὑποδέξῃ χερσὶ τὸ ἄχραντον τοῦ δεσπότου σῶμα; πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ τίμιον αἷμα, τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέαντι παράνομον αἷμα; λοιπὸν ἄπιθι, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν πρώτην αὔξειν παρανομίαν. καὶ δέχου τὸν δεσμόν, ᾧ θεὸς ἄνωθεν γίνεται σύμψηφος." τούτοις οὖν εἴξας ὁ βασιλεὺς τοῖς λόγοις ἐπανῆλθεν εἰς τὰ ἐκεῖσε βασί λεια, στένων καὶ δακρύων. μηνῶν δὲ διελθόντων ὀκτώ, καὶ τοῦ βασιλέως μὴ ἐξελθόντος ἀλλὰ σφοδρῶς μετανοοῦντος, κατέλαβεν ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενέθλιος ἑορτή. καὶ θεασά μενος Ῥουφῖνος ὁ μάγιστρος ὅτι οὐδὲ τὴν συνήθη προέλευσιν βού λεται ποιῆσαι ὁ βασιλεύς, λέγει αὐτῷ "εἰ κελεύεις, δέσποτα, δραμοῦμαι καὶ τὸν ἀρχιερέα πείσω λῦσαί σε τοῦ δεσμοῦ." ὁ δὲ "οἶδα ἐγὼ" φησί "τὴν Ἀμβροσίου ἀκρίβειαν." ἐπεὶ δὲ πλείοσι λόγοις χρησάμενος ὁ Ῥουφῖνος πείθειν ὑπέσχετο, ἀπελθεῖν ἐκέ λευσε. τῇ ἐλπίδι δὲ βουκοληθεὶς ἠκολούθησε καὶ αὐτὸς μετ' ὀλί γον. αὐτίκα τοίνυν ἰδὼν τὸν Ῥουφῖνον Ἀμβρόσιος ἔφη "τὴν κυνῶν ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς, τοσαύτης μιαιφονίας γε 1.558 νόμενος μέτοχός τε καὶ σύμβουλος. ἀλλ' ἐγὼ καὶ πάλιν αὐτὸν κωλύσω τῶν ἱερῶν ἐπιβῆναι προθύρων." ταῦτα ἀκούσας Ῥου φῖνος ἐδήλωσε τῷ βασιλεῖ ταχέως. ὁ δὲ βασιλεὺς κατὰ μέσην τοῦτο μαθών "ἀπέλθω" φησί "καὶ τὰς δικαίας δέξομαι παροι νίας." εἶτα παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἐδυσώπει τὸν ἀρ χιερέα λυθῆναι τοῦ δεσμοῦ. καὶ ὁ μὲν τυραννικὴν ἀπεκάλει τὴν παρουσίαν, καὶ κατὰ θεοῦ μεμηνέναι· ὁ δὲ μετὰ σκυθρωπότητος καὶ πολλῆς κατανύξεως "οὐ θρασυνόμενος" ἔφη "κατὰ τῶν ἁγίων κανόνων, ἀλλὰ λῦσαί με τῶν δεσμῶν ἀξιώσων ἐλήλυθα." "καὶ ποίαν" φησί "μετάνοιαν ἔδειξας μετὰ παρανομίαν τοσαύτην; ἢ ποίοις φαρμάκοις ἀξίως ἐθεράπευσας τὰ δυσίατα τραύματα;" καὶ ὁ βασιλεὺς "σὸν ἔργον ἐστὶ τὸ δεῖξαι μὲν καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι." τότε λοιπὸν Ἀμβρόσιος λέγει "ἐπειδὴ τῷ θυμῷ τὸ δικάζειν ἐπιτρέπεις, γράψον νόμον τοῦ θυ μοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα, καὶ ἡμέρας λʹ αἱ φονικαί τε καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμμασι, τὴν τοῦ ὀρθοῦ λογισμοῦ ἐκδεχόμεναι κρίσιν." ὃν εὐθὺς τοῦ βασιλέως κελεύ σαντος γραφῆναι καὶ διὰ τῆς οἰκείας χειρὸς βεβαιώσαντος, διέ λυσε τὸν δεσμὸν Ἀμβρόσιος καὶ εἰσελθεῖν αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἐπέτρεψεν. ὁ δὲ εἰσελθών, πρηνὴς ἐπ' ἐδάφους πεσών, ἐβόα μετὰ κραυγῆς "ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου, κύριε." καὶ ταῖς χερσὶ τὰς τρίχας τῆς κεφαλῆς ἔτιλλε, τὰς ὄψεις ἔτυπτε, καὶ τὴν γῆν τοῖς δάκρυσιν ἔβρεχε, καὶ 1.559 τὸν θεὸν ἐδυσώπει ἄχρι τῆς ὥρας τῆς μεταλήψεως. τότε δὲ δια ναστὰς καὶ πλησίον τῶν κιγκλίδων ἐλθών, βουλόμενος εἰσελθεῖν, ἐκωλύθη παρὰ τοῦ Ἀμβροσίου, δηλώσαντος αὐτῷ "ἴσθι, ὦ βα σιλεῦ, ὡς μόνοις τοῖς ἱερεῦσιν ὑπάρχουσι τὰ ἔνδον εἰσιτητά, τοῖς δ' ἄλλοις πᾶσιν ἄβατά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλεῖς, οὐχ ἱερεῖς ποιεῖν εἴωθεν." ὁ δὲ καὶ τοῦτο δεξάμενος ἀσμένως ἀντεδήλωσεν ὡς οὐκ αὐθαδείᾳ χρώμενος τοῦτο πεποίηκα, ἀλλ' ἐν Κωνσταντι νουπόλει τὸ ἔθος εἶναι τοῦτο μεμάθηκα. χάριν δέ σοι ὀφείλω καὶ τῆσδε τῆς ἰατρείας. τοσαύτῃ δὴ καὶ τηλικαύτῃ διέλαμπον ἀρετῇ ὅ τε ἀρχιερεὺς καὶ ὁ βασιλεύς. ἐπανελθὼν δὲ ὁ βασιλεὺς