206
ἐν Κωνσταντινουπόλει, καὶ ἑορτῆς γενομένης, καὶ ἐν τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθεν.
Νεκταρίου δὲ τοῦ τηνικαῦτα πατριάρχου δεδηλωκότος μαθεῖν τὴν αἰτίαν "μόγις" ἔφη "βασιλέως καὶ ἱερέως διαφορὰν ἐδιδάχθην· Ἀμβρόσιον γὰρ οἶδα μόνον ἀξίως ἐπίσκοπον καλούμενον." τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος. Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὁ βασιλεὺς ὠφελείας· ἡ γὰρ τούτου σύζυγος, ᾗ Πλακίλλα ὄνομα, τῶν θείων αὐτὸν συνεχῶς ἀνεμίμνησκε νόμων. οὐ γὰρ ἐπῇρεν αὐτὴν τῆς βασιλείας ἡ δυ ναστεία, ἀλλὰ τῆς εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐερ γέτην εἰργάζετο φίλτρον. τῶν γὰρ λελωβημένων ἀδελφῶν καὶ τῶν ἄλλως τὸ σῶμα πεπηρωμένων παντοδαπὴν ἐποιεῖτο φροντίδα, 1.560 αὐτουργὸς αὕτη γινομένη καὶ δι' ἑαυτῆς ὀρέγουσα κύλικας καὶ τροφὰς παρατιθεῖσα. τοὺς γὰρ ξενῶνας τῶν ἐκκλησιῶν περινο στοῦσα τοὺς κλινοπετεῖς δι' ἑαυτῆς ἐθεράπευσε· καὶ ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται, αὐτὴ ἐξεπλήρου. καὶ τῷ ὁμό ζυγι δὲ καὶ βασιλεῖ συνεχῶς ἐπέλεγεν "ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι τίς μὲν ἦσθα, τίς δὲ γέγονας νῦν. κυβέρνησον οὖν τὴν βασιλείαν ταύτην ἐννόμως, καὶ οὕτω θεραπεύσεις τὸν δεδω κότα." ταύτην τὴν θαυμασίαν καὶ ὄντως ἀξιέπαινον βασίλισσαν συνέβη πρὸ τοῦ ἀνδρὸς ἀποβιῶναι. μετά τινα δὲ χρόνον ὑπὸ τῶν συνεχῶν πολέμων βιαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν. ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν· ὁρῶν γὰρ ὁ δῆμος τοὺς εἰσπραττομένους τιμωρουμένους ἀρχὴν ἀταξίας ἐλάμβανε, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης κατήνεγκέ τε καὶ πολὺ τῆς πόλεως ἔσυρε. ταῦτα πυ θόμενος ὁ βασιλεὺς καὶ λίαν χαλεπήνας τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτνιαζούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκεν· ἐζη λοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει καὶ εἰς κώμην τὸ ἄστυ κατασκευάσαι. οἱ δέ γε ἄρχοντες καί τινας ἀνεῖλον, παρ' αὐτὸ συλλαβόντες τὸ τόλ μημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν. ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μέν, οὐκ ἐγίνετο δέ, τοῦ νόμου κωλύοντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες, ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς 1.561 ἀπειλὰς πεφρικότες, καὶ φυγῇ τὴν σωτηρίαν ἐπορίσαντο, οἱ δὲ ἐν τοῖς ὄρεσιν οἰκοῦντες τῆς ἀρετῆς ἀσκηταὶ (πολλοὶ δὲ ἦσαν οὗτοι καὶ ἄριστοι) πολλὰς τὰς παραινέσεις καὶ παρακλήσεις τοῖς ἐκ τοῦ βασιλέως ἀποσταλεῖσι προσήνεγκαν. ἀλλὰ καὶ Μακεδόνιος ὁ θειό τατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος, καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρῶν κορυφαῖς διαιτώμενος καὶ νύκτα καὶ ἡμέραν τοῦ θεοῦ δεόμενος, οὐ τοῦ βα σιλέως τὴν ὀργὴν καταπλαγεὶς οὔτε τῶν σταλέντων τὴν ἐξουσίαν, ἐν μέσῳ τῷ ἄστει γενόμενος, τῆς χλαμύδος θατέρου τῶν ἀποστα λέντων λαβόμενος ἀποβῆναι τοῦ ἵππου κελεύει. οἱ δὲ μικρὸν γε ρόντιον ἰδόντες εὐτελῆ ῥάκια περιβεβλημένον πρῶτα μὲν ἐχαλέπη ναν, ἐπειδὴ δέ τινες τὴν τοῦ ἀνδρὸς ἐζήλωσαν ἀρετήν, ἀπέβησάν τε τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις "εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασι λεὺς εἶ μόνον ἀλλὰ καὶ ἄνθρωπος· μὴ τοίνυν μόνην ὅρα τὴν βα σιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου. ἄνθρωπος γὰρ ὢν ὁμο φυῶν βασιλεύεις. κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀν θρώπων δεδημιούργηται φύσις. μὴ τοίνυν ὠμῶς οὕτως καὶ ἀπη νῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνῃς γὰρ τὸν δημιουργόν, τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον 1.562 ἅπασι τοῖς νοῦν ἔχουσι. πρὸς δὲ τούτοις λογίσασθε κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος