207
πολλὰς δημιουργῆσαι χαλ κᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δη μιουργῆσαι τρίχα." ταῦτα ἀκούσαντες οἱ θαυμάσιοι ἄνδρες ἐκεῖ νοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα· καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε, καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν· οὐκ ἔδει γάρ φησιν ἐμοῦ πλημμελήσαντος γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύ την μετὰ τὴν τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι. προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶταί τινας ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρη σίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ, καὶ τὸν νόμον ἐκεῖνον ὀνησιφόρον δεικνὺς ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄ νεσεν.
Ἐπὶ τούτου τοῦ μεγάλου Θεοδοσίου καὶ ἡ τιμία κεφαλὴ τοῦ τιμίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἤχθη ἐν Κωνσταντινου πόλει, εὑρεθεῖσα μὲν πρότερον παρά τισι μοναχοῖς τῆς Μακεδο νίου αἱρέσεως, οἵτινες ἐξ Ἱεροσολύμων εἰς Κιλικίαν ἐλθόντες διέ τριβον. Μαρδονίου δὲ τοῦ εὐνούχου τοῦτο μαθόντος καὶ μηνύ σαντος Οὐάλεντι, μετεκομίζετο ἐκ προστάξεως αὐτοῦ ἐν Κων σταντινουπόλει. ὡς δὲ κατέλαβεν ἐν κώμῃ Κοσιλαοῦ, οὐκέτι μετῆλθε τὸ ὄχημα τὸν τόπον, καίπερ πολλὰς τῶν ἡμιόνων μαστι γουμένων. τότε μὲν οὖν ἀπετέθη ἡ ἁγία κεφαλὴ ἐν τῇ προρρη 1.563 θείσῃ κώμῃ, κρίνοντος τοῦ θεοῦ μὴ τοιούτου δώρου ἀξιωθῆναι τὸν Οὐάλεντα. Θεοδόσιον δὲ τῆς εὐσεβείας ἀμειβόμενος ὁ θεὸς μεταγαγεῖν αὐτὴν τῷ βασιλεῖ συνεχώρησεν, ἣν καὶ ἐν τῷ τοῦ προ δρόμου ἀπέθετο ναῷ. Μετὰ δὲ τὴν κατάλυσιν τοῦ τυράννου Εὐγενίου ἀρρωστήσας ὁ βασιλεὺς τοῖς υἱέσιν αὐτοῦ Ἀρκαδίῳ καὶ Ὁνωρίῳ τὴν βασιλείαν διένειμε, καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ νεωτέρῳ δὲ τῆς Εὐρώπης τὰ σκῆπτρα. ἔχειν δὲ τὴν εἰς θεὸν εὐσέβειαν ἀμφοτέρους παρῄνεσε· διὰ ταύτης γάρ, ἔφη, καὶ ἡ εἰρήνη φυλάττεται καὶ πόλεμοι καταλύονται καὶ πολέμιοι τρέπον ται καὶ τρόπαια ἀνίστανται καὶ νίκη βραβεύεται. ταῦτα καὶ τὰ τοιαῦτα τοῖς παισὶν αὐτοῦ καὶ διαδόχοις παραινέσας τὸν βίον ἀπέ λιπεν, ἀείμνηστον κλέος καὶ ἀξιάγαστον τοῖς πᾶσι καταλιπών. Ὅτι τὰ ἐν τοῖς νικαρίοις τοῦ νομίσματος ὑποκείμενα Ῥω μαϊκὰ γράμματα δηλοῦσι ταῦτα, τὸ κ κιβιτάτες, τὸ ο ὄμνις, τὸ ν νόστραι, τὸ ο ὀβέδιαντ, τὸ β βενερατιόνι, τουτέστιν αἱ πό λεις πᾶσαι τῇ ἡμετέρᾳ πειθαρχείτωσαν προσκυνήσει. Ὅτι ὁ εἰς τὰ πιττάκια κίων στήλην ἔχει Λέοντος τοῦ τῆς Βηρίνης ἀνδρός. Ὅτι ἐν τῷ στρατηγίῳ ἐστὶν ὁ τρίπους Ἑκάτης καὶ ὁ μέγας Κωνσταντῖνος ἔφιππος, φέρων σταυρόν. Ὅτι τῆς χαλκῆς τὸν λαμπρὸν δόμον Αἰθέριος ἵδρυσεν ὁ μη χανουργὸς καὶ σοφὸς Ἀναστάσιος βουληφόρος. 1.564 Ὅτι ἐπάνω τῆς τοῦ μιλίου ἁψῖδος ἵστανται στῆλαι δύο, τοῦ τε μεγάλου Κωνσταντίνου καὶ τῆς μητρὸς αὐτοῦ, μέσον ἔχουσαι σταυρόν, ὄπισθεν δὲ Τραϊανὸς ἔφιππος, ἔχων σύνεγγυς τὸν Αἴ λιον Ἀδριανὸν ἱππότην. Ὅτι ἐν τοῖς Λαύσου ἦσαν οἰκήματα παμποίκιλα καὶ ξενοδο χεῖά τινα, ὅπου ἡ φιλόξενος ἐχορήγει τὸ ὕδωρ, ἔνθα ἔσχε τὴν κλῆσιν. ἵστατο δὲ καὶ τὸ ἄγαλμα τῆς Λινδίας Ἀθηνᾶς τετρά πηχυ ἐκ λίθου σμαράγδου, ἔργον Σκύλλιδος καὶ ∆ιποίνου τῶν ἀγαλματουργῶν, ὅπερ ποτὲ δῶρον ἔπεμψε Σέσωστρις Αἰγύπτου τύραννος Κλεοβούλῳ τῷ Λινδίῳ τυράννῳ. καὶ ἡ Κνιδία Ἀφρο δίτη ἐκ λίθου λευκῆς, γυμνή, μόνην τὴν αἰδῶ τῇ χειρὶ περι στέλλουσα, ἔργον τοῦ Κνιδίου Πραξιτέλους. καὶ ἡ Σαμία Ἥρα, ἔργον Λυσίππου καὶ Βουπάλου τοῦ Χίου. καὶ Ἔρως τόξον ἔχων, πτερωτός, Μυνδόθεν ἀφικόμενος. καὶ ὁ Φειδίου ἐλεφάντινος Ζεύς, ὃν Περικλῆς ἀνέθηκεν εἰς νεὼν Ὀλυμπίων. καὶ τὸ τὸν χρόνον μιμούμενον ἄγαλμα, ἔργον Λυσίππου, ὄπισθεν μὲν φα λακρόν, ἔμπροσθεν δὲ κομῶν. καὶ μονοκέρωτες καὶ τίγριδες καὶ γῦπες καὶ καμηλοπαρδάλεις ταυρελέφας τε καὶ Κένταυροι καὶ Πᾶνες. Ὅτι ἐν τῇ πρὸς ἀνατολὴν ἁψῖδι τοῦ φόρου ὁ μέγας ἵδρυται Κωνσταντῖνος μετὰ τῆς μητρὸς αὐτοῦ, μέσον ἔχοντες σταυρόν. Ὅτι ἐν τῷ φόρῳ ὁ