208
πορφυροῦς κίων παρ' αὐτοῦ ἥδρα σται, καὶ ἡ στήλη αὐτοῦ ἐστίν, ἐν ᾗ γεγραμμένοι εἰσὶ στίχοι τέσ σαρες. 1.565 σὺ Χριστὲ κόσμου κοίρανος καὶ δεσπότης. σοὶ νῦν προσηῦξα τήνδε σὴν δούλην πόλιν καὶ σκῆπτρα τάδε καὶ τὸ τῆς Ῥώμης κράτος. φύλαττε ταύτην σῶζέ τ' ἐκ πάσης βλάβης. ὑπόκεινται δὲ τῷ κίονι καὶ οἱ δώδεκα κόφινοι. πρὸς δὲ τὰ βόρεια τοῦ φόρου ἔστι τὸ σενάτον, ὅπερ ἐκαύθη ὑπὸ Λέοντος τοῦ τῆς Βηρίνης, ἐν ᾧ πύλη ἐστὶ τῆς Ἐφεσίας Ἀρτέμιδος, Τραϊανοῦδώρημα, τῆς Σκυθῶν μάχης ἔχουσα τὰς αἰτίας τὴν τῶν Γιγάντων μάχην καὶ τοὺς κεραυνοὺς τοῦ ∆ιὸς καὶ τὸν Ποσειδῶνα σὺν τῇ τριαίνῃ καὶ τὸν Ἀπόλλωνα τόξον ἐσκευασμένον, κάτω δὲ τοὺς γίγαντας ὡς δράκοντας ἐπερχομένους, χερσὶ βώλους ῥιπτοῦντας εἰς ὕψος καὶ βλοσυρὸν εἰσορῶντας. ἵστανται δὲ πρὸς τὴν τοῦ φόρου πλατεῖαν ἀγάλματα δύο, πρὸς μὲν δύσιν τὸ τῆς Λινδίας Ἀθηνᾶς, κράνος ἔχον καὶ τὸ Γοργόνειον τέρας καὶ ὄφεις περὶ τὸν τράχηλον ἐμπεπλεγμένους (οὕτως γὰρ τὸ εἴδωλον αὐτῆς οἱ παλαιοὶ ἱστόρουν), πρὸς δὲ τὴν ἀνατολὴν ἡ Ἀμφιτρίτη, χηλὰς ἔχουσα καρκίνου ἐπὶ τῶν κροτάφων. ἤχθη δὲ καὶ αὐτὴ ἀπὸ Ῥόδου.
Ὅτι ὁ Κωνσταντῖνος ἔστησε τὸν μέγαν σταυρόν. Ὅτι τὸ τετρασκελὲς τέχνασμα ὃ δῆριν λέγουσιν ἀνέμων ἤγει ρεν ὁ μέγας Θεοδόσιος, πυραμίδος σχῆμα ζωγραφοῦν καὶ ζῴοις πλαστοῖς κεκοσμημένον βλαστοῖς τε καὶ καρποῖς καὶ ῥοΐσκοις. γυμνοί τε Ἔρωτες ἵστανται προσγελῶντες ἀλλήλοις ἡμέρως καὶ τοῖς 1.566 κάτω περῶσιν ἐμπαίζοντες. ἄλλοι δὲ ἐποκλάζοντες ἔμπαλιν νέοι, σάλπιγξι χαλκαῖς ἐμφυσῶντες ἀνέμους. χαλκοῦν δὲ βρέτας ὑψό θεν πετόμενον πνοὰς λιγείας δεικνύει τῶν ἀνέμων. Ὅτι τὸν τοῦ ταύρου κίονα ἔστησεν ὁ μέγας Θεοδόσιος, τρό παια καὶ μάχας ἔχοντα κατὰ Σκυθῶν καὶ βαρβάρων τοῦ αὐτοῦ. ἔχει δὲ οὗτος ἔνδοθεν καὶ ὁδὸν ἄνω φέρουσαν. καὶ ὁ κατὰ τὸ ἄμφοδον δὲ ἑστὼς ἱππότης αὐτός ἐστιν ὁ μέγας Θεοδόσιος, χεῖρα τείνων δεξιὰν πρὸς τὴν πόλιν, καὶ δεικνὺς τὰ ἐγγεγραμμένα τῷ στύλῳ τρόπαια. Ὅτι ὁ χαλκοῦς βοῦς ἐκ Περγάμου ἦλθε, κάμινος δὲ ἦν ἐν ᾗ πέφλεκται ὁ ἅγιος μάρτυς Ἀντίπας. Ὅτι τὰ Ἀμαστριανοῦ λέγεται εἴτε ἀπό τινος εὐτελοῦς πα τρίδα ἔχοντος τὴν Ἄμαστριν, ἐλθόντος τε κατὰ πενίαν ἐν τῇ πό λει κἀκεῖ τελευτήσαντος, εἴτε ἀπὸ ἐνεργοῦς τῆς τοῦ τόπου δυσφη μίας, ὅτι πᾶς κακοῦργος καὶ φονεὺς αὐτόθι τιννύει δίκην, κλῆσιν ἔλαχεν αἰσχίστην τῆς Παφλαγόνων ἕνεκεν βδελυρίας. ἦν δέ ποτε ναὸς μέγιστος αὐτόθι Ἡλίου καὶ Σελήνης, οὗ πρὸς ἄρκτον κίονες στοιχηδὸν εἱστήκεισαν, μέσον δὲ κόλπος οἷα κόγχης εὐγύρου, ὕπερθεν δὲ αὐτῆς Ἥλιος ἐπὶ λευκοῦ ἅρματος, ἡ δὲ αὖ Σελήνη νυμφικῶς ἐστεμμένη ἐφ' ἁρμαμάξης ἤγετο. Βύζαντος ἔργα ταῦτα, τοῦ Φειδαλείας ξυνευνέτου. κάτω δὲ πρὸς θέμεθλα δόμου ἐκά θητό τις σκηπτοῦχος ἐπὶ θρόνου, καὶ λαοῖς ἐκέλευσε τοῖς κρατοῦ 1.567 σιν ὑπείκειν. αὐτοῦ δὲ πρὸς γῆν ἦν βρέτας ∆ιὸς ἐκ λευκοῦ λίθου, ἔργον Φειδίου, ἱζάνον τῷ δοκεῖν ἐπὶ κλίνης. Ὅτι ὁ Ξηρόλοφος ἔργον ἐστὶν Ἀρκαδίου, ὅμοιον κατὰ πάντα τῷ ταύρῳ. Ὅτι οἱ ἐλέφαντες οἱ ἐν τῇ χρυσῇ πόρτῃ ὅμοιοί εἰσιν ὧν πάλαι Θεοδόσιος ἐπιβὰς εἰς τὴν πόλιν εἰσήλασεν. Ὁ αὐτὸς μέγας Θεοδόσιος ἐπεθύμησε καταλαβεῖν τὰ Ἱερο σόλυμα, καὶ περιβαλόμενος σχῆμα ἰδιωτικὸν ἦλθεν ἐν τῇ πύλῃ τῆς ἁγίας Ἀναστασίας, καὶ κρούσαντος ἤνοιξέ τις ὑπηρετῶν. πάντων δὲ τῶν λύχνων σβεσθέντων, τῷ εἰσελθεῖν τὸν βασιλέα αἰφνίδιον πάλιν ἀνήφθησαν ὡς ἐν πανηγύρει. ὁ δὲ θυρωρὸς ἐκ πλαγεὶς ἀπήγαγεν αὐτὸν πρὸς Ἰωάννην τὸν ἀρχιερέα. ὁ δὲ δι' εὐχῆς ἐπέγνω αὐτόν, καὶ ἐμακάρισεν ὅτι βασιλεὺς ὢν ἐν τοιούτῳ σχήματι παρεγένετο προσκυνῆσαι τοὺς ἁγίους τόπους. Οὗτος ὁ μέγας Θεοδόσιος πολεμῶν τῷ τυράννῳ Εὐγενίῳ, εὑρὼν εὐκτήριον ἐν τῷ ὄρει, ἔπεσεν ἐπὶ τοῦ ἐδάφους κλαίων καὶ τὸν θεὸν ἱκετεύων ἐπικουρῆσαι αὐτῷ. καὶ μικρὸν ἀφυπνώσας ἐξ ἀθυμίας ὁρᾷ δύο τινὰς ἐφ' ἵπποις λευκοῖς καθημένους, λέγοντας αὐτῷ θαρσεῖν καὶ τὸν στρατὸν διεγείρειν εἰς πόλεμον. τῶν δὲ φανέντων ὁ μὲν