209
ἔλεγεν ἑαυτὸν Ἰωάννην ὁ δὲ Φίλιππον τοὺς ἀπο στόλους. ταύτην δὲ τὴν ὅρασιν καὶ εἷς τῶν στρατιωτῶν ἰδὼν ἀπήγγειλε τῷ βασιλεῖ. καὶ πολέμου συγκροτηθέντος προσερρύη ὁ στρατὸς τοῦ Εὐγενίου τῷ βασιλεῖ. προηγεῖτο δὲ ἐν τῷ στρατῷ 1.568 τοῦ Εὐγενίου ἡ εἰκὼν τοῦ Ἡρακλέος, Θεοδοσίου δὲ ὁ τίμιος σταυ ρός. ἔτι δὲ ἔστησεν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὸν κίονα τοῦ ταύ ρου. κτίζει δὲ καὶ πόλιν ἐν Θρᾴκῃ, Θεοδοσιόπολιν ὀνομάσας, τὸν πρὶν λεγόμενον Ἄπρων ἀπὸ τοῦ κτίσαντος αὐτὴν κατ' ἀρχὴν Ἄπρου, ὃς ἦν πενθερὸς Καρίνου, ὃς καὶ ἀνεῖλεν αὐτόν. ἔκτισε δὲ καὶ ἑτέραν πόλιν ἐπ' ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, τὸ πρὶν Βεργού λιον λεγομένην. Εὐγενίου τυραννήσαντος ἀντιγράφει καὶ Ἀργάβαστος ὁ ἀπὸ Γαλατίας σὺν αὐτῷ τυραννῆσαι. ἀκούσας δὲ ἐν Ῥώμῃ ὁ μικρὸς Οὐαλεντινιανός, ὁ τοῦ μεγάλου Οὐαλεντινιανοῦ παῖς, ἀγχόνῃ ἐχρήσατο. ἔσπευσε δὲ ὁ μέγας Θεοδόσιος εἰς ἐκδίκησιν αὐτοῦ. ἐξιὼν δὲ κατὰ τοῦ τυράννου Εὐγενίου οὐκ ἰδίᾳ ἰσχύϊ ἐθάρρησεν, Ἰωάννου δέ τινος Αἰγυπτίου μοναχοῦ μεγάλου τὴν ῥάβδον ἀντὶ δόρατος τὴν ἐπωμίδα δὲ ἀντὶ κράνους ὁπλισάμενος, κατὰ κράτος τὸν ἀλιτήριον χειροῦται ζῶντα καὶ τοὺς σὺν αὐτῷ ἀνεῖλε. μετὰ δὲ τὴν νίκην τούτου εἰσελθὼν ἐν Ῥώμῃ πλεῖστον τῇ πόλει ἐχαρί σατο, καὶ τὰ ἐν τοῖς μαγκιπείοις τῶν καταπιπτόντων ζῴων ἄχρι γήρως τοῖς μύλωσι συγκλειομένων καὶ ἀλήθειν κατεπειγομένων περιεῖλε, καὶ τὴν τῶν μοιχευομένων γυναικῶν ὕβριν, τὴν ἐν πορ νείαις διὰ κώδωνος ἐλεγχομένην, περιέκοψε. Τῷ ιαʹ ἔτει νικήσας Μάξιμον τὸν τύραννον ἀνεῖλε καὶ Ἀνδραγάθιον τὸν στρατηγὸν αὐτοῦ ὡς φονεύσαντα Γρατιανόν. 1.569 ἐλθὼν δὲ εἰς Ῥώμην ἔστεψεν Ὁνώριον τὸν υἱὸν αὐτοῦ βασιλέα, καὶ ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ τοῦ Ἀλεξανδρείας Θεο φίλου αἰτησαμένου τὰ ἱερὰ πάντα τῶν Ἑλλήνων καθῃρέθησαν καὶ τὰ εἴδωλα ἐχωνεύθησαν καὶ εἰς χρείας πενήτων ἐδόθη. τότε καὶ Μάρκελλος ὁ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας ναοὺς Ἑλληνικοὺςκαταστρέφων ὑπὸ Ἑλλήνων ἀναιρεῖται. τοῦ δὲ ναοῦ τοῦ Σαρά πιδος ἐν Ἀλεξανδρείᾳ λυομένου ἱερογλυφικὰ γράμματα εὑρέθη σταυροῦ τύπον ἐπέχοντα, ἅπερ οἱ ἐξ Ἑλλήνων θεασάμενοι ἐπί στευσαν, λέγοντες σημαίνειν τὸν σταυρὸν κατὰ τὴν τῶν ἱερογλυ φικῶν γραμμάτων ἔννοιαν ζωὴν ἐπερχομένην. τοῦτον τὸν Σάρα πιν οἱ μὲν τὸν ∆ία εἶναι λέγουσιν, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ τὸν μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν. οἱ δὲ Ἆπίν τινα ἄν θρωπον εὔπορον ἐν Αἰγύπτῳ γεγονέναι, ὃς ἐν καιρῷ λιμοῦ ἐκ τῶν ἰδίων ἐπήρκεσεν Ἀλεξανδρεῦσιν, ᾧ καὶ τελευτῶντι ναὸν καὶ στήλην ἀνέστησαν· καὶ βοῦς αὐτοῦ ἐτρέφετο, ὃν καὶ Ἆπιν ἐκά λουν ὁμωνύμως τῷ δεσπότῃ. σύμβολον οὗτος ἦν τοῦ γεωργοῦ. μετωνόμασαν δὲ τὸν ἄνθρωπον ἐκεῖνον καὶ Γόρασιν, καὶ Σάρα πιν τὴν στήλην. ἐν τῷ ναῷ γοῦν τούτου ἄγαλμα μέγα καὶ φοβε ρὸν οἷον ἐκ διαφόρου κατεσκευασμένον ὕλης ἵστατο, ὡς ἑκατέραις χερσὶν ἑκατέρων ἔχεσθαι τῶν τοίχων. ἔνδον δὲ τούτου τοῦ μεγί στου ἀγάλματος ἄλλος ναὸς καὶ εἴδωλον καὶ ξόανον ἀπῃώρητο χαλκοῦν, οὐ μέγα δέ. τούτου τῇ κεφαλῇ σίδηρον ἐνείραντες, τοῖς φατνώμασι δὲ τῆς στέγης ἄνωθεν μαγνῆτιν λίθον κατὰ κάθετον ἐνθέμενοι, μετέωρον τοῦτον τοῦ ἀέρος ἀφῆκαν ὁρᾶ 1.570 σθαι κρεμάμενον, καὶ οὔτε γῆς οὔτ' αὐτῆς τῆς στέγης ἐφαπτό μενον. Ἰστέον ὅτι τὸ μὲν εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δ' ἴνδαλμά τινός ἐστιν ὁμοίωμα καὶ ἀπεικόνισμα. καὶ εἴδωλον μὲν Σφίγγες Κένταυροι κυνοπρόσωπα καὶ βουκέφαλοι ἤγουν τὰ μὴ ὑφεστῶτα, ὁμοιώματα δὲ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου σελήνης ἄστρων ἀνθρώπων θηρίων ἑρπετῶν καὶ τῶν τούτοις παραπλησίων.
Ἰστέον ὅτι Χαλδαῖοι τὸ πῦρ ὡς πάντων ἀναιρετικὸν σέβον ται, καὶ πάντας τοὺς Ἑλλήνων θεοὺς κατέδραμον. προσῆλθον δὲ καὶ τῷ Κάνωπος ἱερεῖ, καὶ αὐτὸς μηχανᾶταί τι τοιοῦτον. εἰς τύπον ἀγάλματος ὑδρίαν ὀστρακίνην κατασκευάσας τρήσεις ὑπέ θηκε λεπτάς, ἃς κηρῷ φραξάμενος καὶ χρώματι καλλύνας, πα λαιοῦ