210
ἀγάλματος ἀποτεμὼν κεφαλὴν καὶ ἐφαρμόσας τῷ σκεύει εὐφυῶς, καὶ τῷ πυρὶ προσαγαγὼν ἤλεγξεν αὐτοῦ τὴν ἰσχύν, κατὰ μικρὸν διὰ τοῦ ὕδατος ἀποσβεσθέντος. Τῷ ιεʹ καὶ ιʹ ἔτει αὐτοῦ Θεοδόσιος νόμον γράφει γυναῖκα εἰς διακόνισσαν μὴ προβαίνειν, εἰ μὴ ὑπερβῇ τὰ ξʹ ἔτη. τῷ αὐτῷ ἔτει Πλακίλλα ἡ γαμετὴ Θεοδοσίου ἐκοιμήθη, εὐσεβὴς οὖσα καὶ φιλόπτωχος, οἰκείαις χερσὶ λωβοῖς καὶ νοσοῦσιν ὑπηρετοῦσα. ταύτης τὸν ἀνδριάντα κατέαξαν οἱ Ἀντιοχεῖς διὰ τὰ ἐπιτεθέντα δημόσια παρὰ τοῦ βασιλέως τελεῖν αὐτούς. τότε καὶ Ἰωάννης ὁ 1.571 Χρυσόστομος, πρεσβύτερος ὢν Ἀντιοχείας, λόγους περὶ τούτου θαυμαστοὺς ἐξέθετο, οὓς ἀνδριάντας ἐπέγραψε. τότε καὶ ἡ ἐν Θεσσαλονίκῃ σφαγὴ τῶν ιεʹ χιλιάδων τοῦ λαοῦ ὑπὸ Θεοδοσίου γί νεται, καὶ τὰ παρὰ τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνων εἰς αὐτὸν βασιλέα πραχθέντα. διὸ καὶ νόμον ἐκτίθεται τοῖς καταδικαζομένοις θανάτῳ ἢ δημεύσει προθεσμίαν λʹ ἡμερῶν εἰς διάσκεψιν δίδοσθαι. Τῷ δὲ αὐτῷ ἔτει τοῦ ποταμοῦ Νείλου κατὰ τὸ ἔθος μὴ ἀνα βάντος ἔχαιρον οἱ Ἕλληνες, λέγοντες αἴτιον εἶναι τούτου τὸ κωλυ θῆναι θύειν τοῖς θεοῖς αὐτῶν. ὅπερ μαθὼν ὁ εὐσεβὴς βασιλεὺς εἶπε "μὴ γένοιτό ποτε ποταμὸν θυσίαις χαίροντα ἐπὶ τὴν γῆν πλημμυρῆσαι." ὁ δὲ θεὸς τοῦτο ἀποδεξάμενος εὐλόγησε τὴν ἀνά βασιν τοῦ ποταμοῦ, ὥστε ἅπαντας τοὺς κατ' Αἴγυπτον φοβηθῆ ναι μὴ καὶ αὐτὴν τὴν Ἀλεξάνδρειαν κατακλύσῃ ἡ πλημμύρα τοῦ ὕδατος. Ἐν Μεδιολάνῳ ὑπάρχοντος τοῦ βασιλέως Θεοδοσίου οἱ ἐκ Κωνσταντινουπόλεως Ἰουδαῖοι, ἐκ προστάξεως Ὁνωράτου ἐπάρχου, συναγωγὴν ἐν τοῖς Χαλκοπράτοις πολλῶν ταλάντων εἰργά σαντο. τῶν δὲ Χριστιανῶν δυσφημούντων κατὰ τοῦ ἐπάρχου αὐτὸς οὐ προσέσχεν· ἦν γὰρ Ἕλλην. πῦρ οὖν ἐμβαλόντες νυκτὸς ταύτην κατέκαυσαν. γράφει τοῦτο ὁ ἔπαρχος πρὸς Θεοδόσιον, ἐγκαλῶν τοῖς πολίταις· ὁ δὲ ὁρίζει ζημίαν ὑποστῆναι τοὺς τοῦτο δράσαντας καὶ κτισθῆναι τὴν συναγωγήν. προσφεύγουσιν οἱ πο λῖται πρὸς τὸν μέγαν Ἀμβρόσιον. ὁ δὲ τῆς ἑορτῆς τῶν Χριστοῦ 1.572 γενεθλίων ἐνστάσης καὶ τοῦ βασιλέως εἴσοδον ποιήσασθαι μέλλον τος, δημηγορεῖ ὁ μέγας Ἀμβρόσιος ὀλίγα μὲν περὶ τῆς ἑορτῆς, τὰ πλείω δὲ τοῦ βασιλέως καθαπτόμενος σφοδρῶς, φάσκων οὕτως ὡς ἐκ προσώπου τοῦ θεοῦ "οὐκ ἐγώ σε ποιμένα ὄντα προβάτων ἐξόπισθεν τῶν λοχευομένων ἔλαβον, καὶ τοῦ λαοῦ μου ποιμένα καὶ βασιλέα κατέστησα; οὐκ ἐγώ σου τὴν κεφαλὴν αὐχμῶσαν καὶ φθειριῶσαν χρυσῷ στεφάνῳ κατεκαλλώπισα καὶ ταινίᾳ χρυσοπορ φύρῳ ἐκόσμησα; καὶ ἵνα τί τοὺς σφαγέας τοῦ υἱοῦ μου προκρί τους ἄγεις καὶ τὸν ἐμὸν λαὸν κατατρύχεις, ποινηλατῶν τὴν κληρο νομίαν μου; καὶ ὁ βασιλεύς "τί ποιεῖς, ἐπίσκοπε; τὴν ἑορτὴν καταλιπὼν ὅλην ἐπ' ἐμὲ τὴν δημηγορίαν ἐξήρτησας;" καὶ ὁ Ἀμ βρόσιος "οὐ κατά σου, βασιλεῦ, ἀλλ' ὑπέρ σου. τί γὰρ ἔσται Χριστιανοῖς ἄλλο δεινότερον, ἵνα καὶ Ἰουδαίων συναγωγὰς ἀπαρτίζωσι;" καὶ ὁ βασιλεύς "καὶ δίκαιόν ἐστιν ἵνα ὃ ἐὰν δόξῃ δήμῳ ἀτάκτῳ ἐπὶ βασιλικῇ πόλει κατεργάζηται;" καὶ ὁ Ἀμβρόσιος "καὶ τοῦτο δίκαιόν ἐστι, βασιλέων θεοσεβέστατε, ἵν' ἐπὶ πόλεως βασιλευούσης Ἰουδαῖοι βλασφήμους ᾠδὰς ἀναπέμπωσι; μὴ τούτῳ στοιχήσῃς, βασιλέων πανάριστε· αἱ γὰρ ἐκείνων εὐχαὶ βλασφη μίαι καὶ ὕβρεις καὶ ἀρρητολογίαι τυγχάνουσι." καὶ ταῦτα λέ γοντος Ἀμβροσίου ἀφῆκεν ὁ βασιλεὺς τὸ ἐπιτίμιον, νόμον ἐκθέ μενος μὴ ἔχειν Ἰουδαίους ἐν Βυζαντίῳ συναγωγὴν μήτε τολμᾶν δημοσίᾳ προσεύχεσθαι. 1.573 Ἐν τούτοις ἥ τε τῶν Ὀλυμπιάδων ἀπέσβη πανήγυρις, ἥτις κατὰ τετραετῆ χρόνον ἐπετελεῖτο. ἤρξατο δὲ ἡ τοιαύτη πανή γυρις ὅτε Μανασσῆς τῶν Ἰουδαίων ἐβασίλευσε, καὶ ἐφυλάττετο ἕως τῆς ἀρχῆς αὐτοῦ τοῦ μεγάλου Θεοδοσίου. καὶ ἤρξαντο ἀριθμεῖσθαι αἱ ἴνδικτοι, ἀρξάμεναι ἀπὸ Αὐγούστου Καίσαρος ἐν ἔτει ιεʹ τῆς ἀρχῆς αὐτοῦ. καλεῖται δὲ ἰνδικτιών, τουτέστιν ἰνακτιών, ἡ περὶ τὸ Ἄκτιον νίκη. Ἄκτιον δέ ἐστιν ἀκρωτήριον Νικοπόλεως τῆς Ἠπείρου, ἔνθα μαχεσάμενος