211
Αὔγουστος τόν τε Ἀντώνιον καὶ Κλεοπάτραν ἐνίκησε, μόναρχος ἀναδειχθεὶς τῷ τότε χρόνῳ. Ὁ οὖν μέγας Θεοδόσιος ἤγαγεν ἀπὸ Ῥώμης ἐν ἀρχῇ τῆς βασιλείας αὐτοῦ τὸν μέγαν Ἀρσένιον, ἀκούσας περὶ τῆς σοφίας αὐτοῦ καὶ θεϊκῆς γνώσεως, καὶ τούτῳ Ἀρκάδιον καὶ Ὁνώριον τοὺς υἱοὺς αὐτοῦ δέδωκε, παιδεύεσθαι ὑπ' αὐτοῦ τὰ ἱερὰ γράμ ματα· ὃν καὶ βασιλεοπάτορα πεποίηκεν. οὗτος ἐν νυκτὶ δεόμενος τοῦ θεοῦ ἤκουσε φωνῆς λεγούσης αὐτῷ "Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ." Οὗτος ὁ Θεοδόσιος τοὺς εἰδωλικοὺς ναούς, οὓς ὁ μέγας Κωνσταντῖνος κλεισθῆναι μόνον προσέταξε, πάντας ἕως ἐδάφους κατέλυσεν. ἐν Μεδιολάνῳ δὲ ἀρρωστήσας ἐκοιμήθη ἐν κυρίῳ, ὑπάρχων ἐτῶν ξʹ, βασιλεύσας ἔτη ιʹ, καταλείψας τοὺς δύο υἱοὺς αὐτοῦ, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῆς ἑῴας, Ὁνώριον δὲ τῶν ἑσπερίων σὺν Πλακιδίᾳ. καὶ ὁ μὲν Ὁνώριος ἔσχε τὰ βασί λεια εἰς Ῥάβενναν, Πλακιδία δὲ ἡ θυγάτηρ Γρατιανοῦ ἐν τῇ 1.574 Ῥώμῃ. μετήνεγκε δὲ τὸ σῶμα αὐτοῦ ἐν Κωνσταντινουπόλει Ἀρκάδιος, θεὶς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. τὴν δὲ τῆς ἀρχιερωσύνης καθέδραν κατεῖχε Νεκτάριος, κόσμου ἔτει #22εωπηʹ, τῆς θείας σαρκώσεως τδʹ. Ἀρκάδιος ὁ υἱὸς τοῦ μεγάλου Θεοδοσίου ἐβασίλευσεν ἔτη ιδʹ. οὗτος ἐν τῷ εʹ ἔτει τὸν μέγαν ἔμβολον ἀντικρὺ τοῦ πραιτωρίου ἔκτισεν. ἦν δὲ Ἀρκάδιος τὴν θέσιν τοῦ σώματος εἰδεχθέστατος, μέλας τὴν χροιάν, τὴν ἡλικίαν φαυλότατος, ἓν μόνον ἔχων πλεο νέκτημα τὸ καλῶς γράφειν, ὃ παρὰ τοῦ μεγάλου Ἀρσενίου ἐξε παιδεύθη. ἐπὶ τούτου μετετέθη τὰ λείψανα τοῦ ἁγίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἐν Ἀλεξανδρείᾳ. ποιεῖ δὲ καὶ ἴδιον ἀριθμὸν ἐν Κωνσταντινουπόλει, οὓς ἐκάλεσεν Ἀρκα δικούς. Τῷ ʹ τούτου ἐνιαυτῷ χειροτονεῖται ὁ Χρυσόστομος ἐν Κων σταντινουπόλει, ᾧ καὶ Λιβάνιος ἐμαρτύρησε. πυθομένων γὰρ τῶν αὐτοῦ φοιτητῶν τίνα ἀντ' αὐτοῦ προΐστησι τῷ διδασκαλείῳ, " ̓Ιωάννην" ἔφη, "εἰ μὴ ἐσυλήθη ὑπὸ τῶν Χριστιανῶν." τῷ δ' αὐτῷ ἔτει γεννᾶται Ἀρκαδίῳ υἱὸς ἐξ Εὐδοξίας τῆς Αὐγούστης, Θεοδόσιος ὁ μικρός, ὃν ἀνεδέξατο Ἰωάννης ὁ Χρυσόστομος ἐν τῷ ἁγίῳ βαπτίσματι. Τῷ ηʹ ἔτει Γαϊνᾶς τυραννεῖ κατὰ Ἀρκαδίου, καὶ πολλὰ κακὰ τῷ Βυζαντίῳ ἐπεδείξατο. ὅρκους δὲ λαβὼν καὶ δοὺς ἐν τῇ ἁγίᾳ Εὐφημίᾳ τῇ ἐν Χαλκηδόνι, τούτους παρέβη, καὶ εἰσελθὼν ἐν τῇ πόλει ἐχώρησε πρὸς ἁρπαγὰς καὶ ἑτέρας ἀτοπίας. εἶτα 1.575 ἐξελθὼν εἰς τὴν Χερρόνησον Θρᾴκης καὶ σχεδίας ποιήσας, πρὸς τὰς ἀνατολικὰς πόλεις χωρεῖ. πολέμου δὲ πολλοῦ συρραγέντος κατά τε γῆν καὶ θάλασσαν ἀπώλετο σὺν τοῖς ἑαυτοῦ στρατεύ μασι. Τοῦ δὲ Χρυσοστόμου τὰ τῆς ὀρθοδόξου ἐκκλησίας ἰθύνον τος προσῆλθεν αὐτῷ τις τῆς τῶν Μακεδονιανῶν αἱρέσεως μετα νοήσας. παραινέσας δὲ καὶ τῇ ἰδίᾳ γαμετῇ ἐπιστρέψαι καὶ μετα νοῆσαι καὶ κοινωνῆσαι, μόλις ὡς δῆθεν ἔπεισεν. ἡ δὲ δοῦσα τῇ παιδίσκῃ κοινωνίαν τῶν Μακεδονιανῶν ἐκέλευσεν ἔχειν μεθ' ἑαυ τῆς. καὶ δὴ προσελθοῦσα τῷ Χρυσοστόμῳ, καὶ δεξαμένη τὴν ἁγίαν κοινωνίαν ἐκ τῶν χειρῶν αὐτοῦ, ὑποκριθεῖσα ταύτης μετα λαμβάνειν δέδωκε τῇ παιδίσκῃ, καὶ τὴν τῶν Μακεδονιανῶν λα βοῦσα προσάγει τῷ στόματι, καὶ εὑρίσκει αὐτὴν λίθον γεγονυῖαν. φρίξασα οὖν προσπίπτει τῷ ἁγίῳ ὑπότρομος, ἐξαγορεύουσα τὸ τόλμημα καὶ εἰλικρινῶς προσερχομένη τῇ ἐκκλησίᾳ. Κύριλλος δὲ ὁ ἁγιώτατος Ἀλεξανδρείας ἀρχιεπίσκοπος ἀνε ψιὸς ἦν Θεοφίλου κατὰ σάρκα. ἕως δὲ χρόνων τινῶν καὶ αὐτὸς προλήψει δουλεύων ὡς ἄνθρωπος, καὶ τῷ Θεοφίλῳ ὡς θείῳ ἐπα κολουθῶν, πονηρὰ κατὰ τοῦ Χρυσοστόμου ἐφρόνει τε καὶ ἐφθέγ γετο· ἐπειδὴ δὲ ζῆλος ἦν, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν, οὐ φθόνος δὲ οὐδ' ἔνστασις διαβολικὴ τὸ μαχόμενον, διὰ τοῦτο ἄξιος διορ θώσεως ἐκρίθη ἀποκαλύψει τινὶ μυστικῇ, ἐν ᾗ ἐδόκει εὑρεθῆναι ἔν τινι φοβερῷ καὶ περικαλλεῖ τόπῳ, ἐν ᾧ πλήθη ἁγίων ἀγγέλων 1.576 παρειστήκεσαν τῇ θεομήτορι, σύνεγγυς δὲ ταύτης τὸν μέγαν Χρυσόστομον. ἔνθα δὲ πειραθέντα Κύριλλον πλησιάσαι ἐξω θεῖσθαι προστάξει τοῦ Ἰωάννου, τὴν μητέρα δὲ τοῦ κυρίου πρεσ βεύουσαν ὑπὲρ αὐτοῦ καὶ παραδεχθῆναι ἀξιοῦσαν, ὡς οὐκ ὀλίγα ὑπὲρ τῆς