212
δόξης αὐτῆς πεποιηκότος εἰς τὸ θεοτόκον αὐτὴν ὀνομά ζεσθαι. εἰς ἑαυτὸν δὲ ὁ ἱερὸς Κύριλλος γενόμενος κατέγνω μὲν ἑαυτοῦ, τοῖς δὲ τοῦ Χρυσοστόμου ἑπόμενος πᾶσι καὶ δώδεκα κε φάλαια ἐξέθετο δογματικὰ καὶ Νεστορίῳ ἔπεμψεν ἐν Κωνσταντι νουπόλει. ὧν ἐκεῖνος καταφρονήσας τὴν κατ' αὐτοῦ τρίτην σύνο δον γενέσθαι παρεσκεύασεν. Ἀρσένιος δὲ ὁ μέγας τῶν τοῦ κόσμου πάντων καταφρονήσας καὶ τοῦ κόσμου ἀναχωρήσας τὴν θείαν φιλοσοφίαν ἐν Αἰγύπτῳ μετήρχετο ἐν μοναδικῷ σχή ματι. Τῷ ιʹ ἔτει Ἀρκαδίου ἡ πρώτη ἐξορία τοῦ Χρυσοστόμου γέγονεν, ἀφ' ἧς ὑποστρέφει ἑξήκοντα ἐπισκόπων συνελθόντων καὶ ἄκυρα πάντα τὰ κατὰ τοῦ θείου Ἰωάννου παρὰ τοῦ Θεοφίλου καὶ τῶν σὺν αὐτῷ ποιησάντων δικαίως. τῷ δὲ ιαʹ καὶ ιβʹ ἔτει πάλιν τὰ κατὰ τῆς ἐπιβουλῆς αὔξει τοῦ Χρυσοστόμου. ἐν δὲ τῷ ιγʹ, ὅτε καὶ τὸν λόγον ἐποίησεν οὗ ἡ ἀρχή "πάλιν Ἡρωδιὰς μαίνεται," τότε ἔχθρα τελεία τῆς βασιλίσσης κατ' αὐτοῦ γίνεται, καὶ πάλιν καθαίρεσις καὶ ἐξορία εἰς Κούκουσον, ἐκεῖθεν εἰς Πι τυοῦντα· καὶ γενόμενος ἐν Κομάνοις τῆς Ἀρμενίας κατὰ πάροδον ἐτελειώθη ἐν κυρίῳ. ἄξιον δέ ἐστι μικρὸν ἐπαναλαβεῖν τῷ λόγῳ 1.577 περὶ τοῦ ἁγίου πατρὸς ἡμῶν καὶ φωστῆρος τῆς οἰκουμένης Ἰωάν νου τοῦ Χρυσοστόμου· ἴσως γὰρ τοῖς φιλοκάλοις οὐ δόξειε τοῦτο πάρεργον.
Ὀκτωκαιδέκατον ἄγων τῆς ἡλικίας ἔτος, καταλιπὼν τὸν διδάσκαλον αὐτοῦ Λιβάνιον τὸν σοφιστήν, ὑπὸ τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀντιοχείας Μελετίου βαπτισθεὶς χειροτονεῖται ἀναγνώ στης. καὶ παραμείνας τῇ ἐκκλησίᾳ ἔτη τρία ἀνεχώρησε, καὶ ἀπῆλθε πρός τινα μοναχὸν καὶ ἡγούμενον Καρτέριον τοὔνομα, καὶ αὐτῷ προσμείνας ἔτη τέσσαρα γίνεται ὑπ' αὐτοῦ μοναχός. καὶ τὰς θείας γραφὰς ὑπ' αὐτοῦ παιδευθεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη δύο, ποθῶν τὴν ἡσυχίαν. μὴ ἀναπεσὼν δὲ τὸν διετῆ χρόνον, μὴ νύκτωρ, μὴ μεθ' ἡμέραν, νεκροῦται τὰ ὑπογάστρια, πλη γεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. μὴ ἐπαρ κῶν δὲ ἑαυτῷ χρησιμεύειν πάλιν καταλαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν. ἐντεῦθεν χειροτονεῖται διάκονος ὑπὸ τοῦ θείου Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ τρία ἔτη. ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου, καὶ τέσσαρα ἔτη διαπρέψας ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τῇ τοῦ βίου ἀρετῇ. ἦν γὰρ ἀσκητὴς ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐ παρρησίαστος καὶ ἀκρόχολος, καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο, 1.578 ἐλευθεροστομίᾳ τε πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, πρὸς διόρθωσιν ἑκάστου καὶ σωτη ρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν, εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομίζει· οὐδ' αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα καλέσει, ἀλλὰ τὸν ἐν προσηκούσῃ τάξει τοῖς ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα. μεγαλόψυχον γὰρ εἶναι προσήκει, οὐχ ὑπερήφανον, ἀνδρεῖον, οὐ θρασύν, ἐπιεικῆ, οὐ δουλοπρεπῆ, μετριόφρονα, οὐ ταπεινοφρο σύνην ὑποκρινόμενον, ἐλευθέριον, οὐκ ἀνδραποδώδη, ὥσπερ δὴ καὶ αὐτὸς οὗτος ὁ Χρυσόστομος λέγει "διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρη σίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήταις μίαν ὁδὸν εἰδέναι τῆς