213
πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζά λην καὶ τοσαῦτα κύματα, πρὸς τὸ γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ 1.579 ἄτυφον, καὶ φοβερὸν καὶ προσηνῆ, καὶ ἀρχοντικὸν καὶ κοινωνι κόν, καὶ ἀδέκαστον καὶ θεραπευτικόν, καὶ ταπεινὸν καὶ ἀδού λωτον, καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα πρὸς ταῦτα εὐκόλως μά χεσθαι δύνηται. οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ' ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμε τρίαν, καὶ ἐλεύθερον εἶναι, μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν χρή, πρὸς δὲ θρασεῖς ὕψηλον, ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρίαν τὴν θρασύ τητα. κἀκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τού τοις δὲ τὴν ἀνδρίαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα." ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔφη τὸ τοῦ σοφωτάτου Σολομῶντος "καιρὸς τῷ παντὶ πράγματι," εἰδέναι χρὴ ὅτι καὶ ταπεινότητος καὶ ἐξουσίας, καὶ ἐλέγχου καὶ παρακλήσεως, καὶ φειδοῦς καὶ παρρησίας, καὶ χρηστότητος καὶ ἀποτομίας, καὶ ἁπαξαπλῶς καιρός ἐστι παντὸς πράγματος ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παι δία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν, καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαί 1.580 νειν, καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔκκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι· λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ δὴ καὶ ὁ θεοφόρος Ἰσίδωρος καὶ τοῦ μακαρίου φοιτητὴς ποτὲ λέγει "τὸν ἄρχοντα καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερόν, ἵν' οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δὲ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης, εἰ δὲ φιλ αμαρτήμονες, φόβου. ἐπειδὴ δὲ ἀγαθοὺς καὶ πονηροὺς ἀνάγκη ἐν τοῖς ἀρχομένοις εἶναι, ἀμφότερα μεταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ, ἵν' ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς ἀγαθοὺς καὶ σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταί σματα." ταῦτα τοίνυν, ὡς ἔοικεν, ἀγνοοῦντες καὶ τὰ τούτων ὅμοια μὴ καλῶς ἐπιστάμενοι διακρῖναι καὶ συγκρῖναι οἱ ἐχθροὶ τοῦ θεσπεσίου Ἰωάννου ἀλόγως καὶ ἀνοήτως ἐμίσουν αὐτὸν καὶ διέβαλλον ὡς τραχύν τινα καὶ ὀργίλον. ∆ιὸ δὴ καὶ κατὰ γυναικῶν ὁ Ἰωάννης ἐπ' ἐκκλησίας λόγον ἐπεδείξατο, ὃν οἱ δυσμενεῖς κατ' Εὐδοξίας εἰρῆσθαι θρυλήσαν τες ταύτῃ τὸν λόγον εἰσήγαγον. ἡ δὲ πρὸς Ἀρκάδιον καὶ δεινῶς πεπονθέναι λέγουσα κατὰ Ἰωάννου τοῦτον παρώτρυνε. παρα σκευάζει δὲ μετασταλῆναι Θεόφιλον ὡς πρόδηλον ἐχθρὸν τοῦ Ἰωάννου ὑπάρχοντα· ὃς παραγενόμενος ἐν τῇ ∆ρυΐ, τῇ νῦν Ῥουφινιαναῖς, τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν κατειργάσατο. ὅπερ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε, μὴ συγχωρῶν αὐτὸν ἐκβλη 1.581 θῆναι τῆς πόλεως. ἐπικαμφθεῖσα δὲ Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ, πέμψασα Βρίσωνα τὸν εὐνοῦχον ἀπὸ Πραινέτου τὸν Ἰωάν νην εἰσήγαγεν, ὡς Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγῇ τὴν σωτηρίαν πορίσασθαι. ἑξήκοντα δὲ ἐπίσκοποι εὑρεθέντες συνῆλθον, καὶ ἄκυρα τὰ ἐν τῇ ∆ρυῒ πραχθέντα ἅπαντα ψηφι σάμενοι Ἰωάννῃ τὴν ἐπισκοπὴν δικαίως ἐκύρωσαν. ἐπεὶ δὲ αὖ θις συνέβη τὰ κατὰ τὴν ἀργυρᾶν στήλην τῆς Εὐδοξίας καὶ τὸν τῆς χήρας ἀμπελῶνα, πάλιν μῖσος καὶ πάλιν ὀργή, πάλιν ἔχθρα καὶ λόγου ἐπίδειξις, οὗ ἡ ἀρχή "πάλιν Ἡρωδιὰς μαίνεται." κἀντεῦθεν οἱ τοῦ μέρους αὐτοῦ ἐπίσκοποι τὴν ἐξορίαν αὐτῷ μέλ λειν ἔσεσθαι βλέποντες, συναθροισθέντες πρὸς αὐτὸν μετὰ πολ λῶν δακρύων ἔλεγον "ἐπάναγκες