214
ἡμῖν ὦ δέσποτά ἐστι, τὰς ἐκ κλησίας κατέχοντας, ἀναγκασθῆναι καὶ κοινωνῆσαι καὶ ὑπογρά ψαι." ὁ δὲ μακάριος πρὸς αὐτούς "κοινωνήσατε μέν, ἵνα μὴ σχίσητε τὴν ἐκκλησίαν, μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως." εἶχε δὲ μαθητὰς ἐπισκόπους μὲν Πρόκλον καὶ Παλλάδιον καὶ Βρίσωνα καὶ Θεοδώρητον, ἀσκητὰς δὲ Μάρκον καὶ Νεῖλον καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην. ὁ δὲ μέγας Ἐπιφάνιος Κύπρου ἐν τῷ Ἑβδόμῳ ἐλθὼν χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου γνώμην ἐποίησε. καὶ τοῦ Ἰωάννου τούτῳ συγχωρῆσαι θελήσαντος, καὶ προτρεψαμένου αὐτὸν συμ βῆναι αὐτῷ εἰς τὴν ἐπισκοπικὴν καταγωγήν, οὐχ εἵλετο τοῦτο ποιῆσαι Ἐπιφάνιος· ταῖς γὰρ ὑπὸ Θεοφίλου διαβολαῖς προκατεί ληπτο. ὁ γοῦν ἀοίδιμος Ἰωάννης ἐπισκοπεύσας ἔτη πέντε καὶ 1.582 ἥμισυ ἐξωρίσθη εἰς Κουκουσόν· κἀκεῖθεν μετὰ ἔτη γʹ καὶ μῆνας βʹ μετενεχθεὶς εἰς Πιτυοῦντα, καὶ γενόμενος κατὰ πάροδον ἐν Κομάνοις ἐτελεύτησεν ἐν πολλῇ θλίψει τε καὶ κακώσει, ὑπάρχων ἐτῶν πεντηκονταδύο. ὁ δέ γε πάπας Ῥώμης Ἰννοκέντιος ἀκούσας τὴν ἐν ἐξορίᾳ τελευτὴν αὐτοῦ γράφει πρὸς Ἀρκάδιον τοιάδε "φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Κάϊν. καὶ πάντως ἐκδικηθήσεται παντοίῳ τρόπῳ, ὅτι διωγμὸν ἄδικον κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω, καὶ ἐξέωσας τὸν μέγαν τῆς οἰκουμένης φωστῆρά τε καὶ διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως, συνδιώξας αὐτῷ καὶ τὸν Χριστόν. ἡ δὲ νέα ∆αλιλὰς Εὐδοξία, κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης ξυρήσασά σε, κατάραν ἐπήγαγεν ἑαυτῇ καὶ μῖσος, ἔνδικόν τε καὶ ἀνεξάλειπτον δεσμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον, καὶ προσθεῖσα τοῖς πρῴην αὐτῆς δεινοῖς καὶ πολλοῖς ἁμαρτήμασιν." ὁ δὲ μέγας Ἰσίδωρος πρός τινα γράφων οὕτως φησίν "ἐρωτᾷς τὴν περὶ τὸν θεσπέσιον Ἰωάν νην τραγῳδίαν, ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγματος. μικρὰ δὲ μάνθανε, ἅπερ ἡ Αἴγυπτος ἠγνόησε, Μωϋσέα μὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειου μένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπουμένους θλίβουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μισθοὺς ἀποστεροῦσα. καὶ μέχρι νῦν τούτοις ἐμμελετῶσα, τὸν χρυσομανῆ καὶ χρυσολάτρην προ 1.583 βαλομένη Θεόφιλον τέσσαρσι συνεργοῖς καὶ συναποστάταις ὀχυρω θέντα, τὸν ὄντως θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρω πον, τὴν περὶ τὸν ἐμὸν ὁμώνυμον ἀπέχθειαν καὶ δυσμένειαν ὁρ μητήριον τῆς οἰκείας εὑρηκότα σκληρότητος. ἀλλ' ὁ μὲν οἶκος ∆αβὶδ κραταιοῦται καὶ πορεύεται, ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ καὶ καταισχύνεται καὶ συμποδίζεται, καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ στεφανίτης καὶ νικηφόρος, καὶ πρὸς τὴν ἄνω γαλήνην μετεχώρησεν."
Ὑποστρέφοντος δὲ Ἐπιφανίου ἐν Κύπρῳ, καὶ τὴν ἑαυτοῦ τελευτὴν παρὰ θεοῦ μεμαθηκότος πλησιάζουσαν, λέγεται εἰρη κέναι τοῖς αὐτὸν παραπέμπουσι "σπεύδω ἐγώ, σπεύδω, ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια καὶ τὴν πόλιν καὶ τὴν ὑπόκρισιν." ὅς γε καὶ Ἰωάννου τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσεν, καὶ Ἰωάννης ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ κοίμησιν, ἐκ θείας ἐπιπνοίας ταῦτα προμυηθέντες οἱ μακάριοι, ἵνα μή τις ἔχθραν ἔχειν αὐ τοὺς κατ' ἀλλήλων ὑποτοπάσειεν. οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς ἄνθρωποι καὶ διδάσκαλοι καὶ τοῦ εἰρηνοποιοῦ Χρι στοῦ μαθηταὶ γνήσιοι, τοῦ φάσκοντος "ἐν τούτῳ γνώσονται πάν τες ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων," ἔχθραν καὶ κακίαν ἔχοντες ἐτελεύτησαν. ἄπαγε· εἰ γὰρ καὶ μι κρὸν σκάνδαλον τὸ προρρηθὲν γέγονε μεταξύ, τὴν ἀνθρωπίνην ἀσθένειαν ἔλεγχον πρὸς ὀλίγον, ἀλλ' οὖν γε θᾶττον εἰς τὴν κορυ φὴν τῶν ἀρετῶν ἤχθησαν τὴν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ 1.584 ἀπόστολος "ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν" καὶ ὅτι ὁ θεὸς ἀγάπη ἐστί, καὶ