215
ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει. Μετὰ δὲ τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδελφιὸς ὄνομα αὐτῷ, ἔλεγεν ὅτι λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦ τος ἀνήρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἔξω τοῦ θρόνου αὐτοῦ ἐκοιμήθη. ἐδεό μην οὖν τοῦ θεοῦ μετὰ πολλῶν δακρύων ἵνα δείξῃ μοι αὐτόν, ἐν ποίᾳ καταστάσει ἐστί, καὶ εἰ μετὰ τῶν πατριαρχῶν ἐτάγη. ἐπὶ πολὺν οὖν χρόνον τοῦτο εὐχόμενος ἐν μιᾷ γίνομαι ἐν ἐκστάσει καὶ θεωρῶ ἄνδρα τινὰ πάνυ εὐειδῆ, κρατήσαντά με τῆς δεξιᾶς χει ρός, ὃς ἀπαγαγών με εἰς τόπον λαμπρὸν καὶ ὑπερένδοξον ἐδείκνυέ μοι τοὺς τῆς ἐκκλησίας διδασκάλους. ἐγὼ δέ, φησί, περιεσκό πουν ἰδεῖν ὃν καταθυμίως εἶχον, τὸν μέγαν Ἰωάννην, τὸν ἐμὸν ἀγαπητόν. ὡς οὖν ἔδειξέ μοι πάντας καὶ ἑκάστου τὸ ὄνομα εἶπε, κρατήσας με πάλιν τῆς χειρὸς ἐξήγαγέ με ἔξω. ἐγὼ δὲ λελυπη μένος ἠκολούθουν αὐτῷ, μὴ ἑωρακὼς μετὰ τῶν πατέρων τὸν ἐν ἁγίοις Ἰωάννην. ὡς οὖν ἐξηρχόμην, ὁ ἐφεστὼς τῇ θύρᾳ ἐπι σχών με λέγει μοι "οὐδεὶς εἰσερχόμενος ὧδε λυπούμενος ἔνθεν ἐξέρχεται." τότε λέγω αὐτῷ "αὕτη μοί ἐστι λύπη, ὅτι τὸν προσφιλέστατόν μοι Ἰωάννην τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως οὐχ ἑώρακα μετὰ τῶν ἄλλων τῆς ἐκκλησίας διδασκάλων." ὁ δὲ πάλιν λέγει μοι "Ἰωάννην τὸν τῆς μετανοίας λέγεις;" λέγω αὐτῷ ναί. ὁ δὲ ἀποκριθεὶς λέγει μοι "ἄνθρωπος ἐκεῖνον ἐν σαρκὶ ὢν 1.585 ἰδεῖν οὐ δύναται· ἐκεῖ γὰρ παρίσταται ὅπου ὁ θρόνος ὁ δεσποτι κός ἐστιν." οὕτως ὁ τρισμακάριστος Ἰωάννης μετὰ μυρίους κό πους καὶ πόνους τὸν βίον διανύσας πρὸς τὴν οὐράνιον μετέστη μακαριότητα, ζήσας ἔτη νβʹ τὰ πάντα. ἐν δὲ τῇ ἐξορίᾳ αὐτοῦ τὴν ἐκκλησίαν ὁ λαὸς τῆς πόλεως ἐνέπρησεν. ὡς δὲ ἄλλοι φασίν, ὅτι πῦρ ἐξελθὸν ἐκ τοῦ θυσιαστηρίου πάντα κατέκαυσε. καὶ πολ λοὶ ὑπὲρ Ἰωάννου ἐκινδύνευσαν. διαδέχεται δὲ τὸν Χρυσόστομον Ἀρσάκιος. Τῷ δ' αὐτῷ ἔτει τελευτᾷ καὶ ἡ Εὐδοξία, ἥτις συνήφθη πρὸς γάμον τῷ βασιλεῖ Ἀρκαδίῳ καὶ πολλῶν κακῶν αὐτῷ πρό ξενος ἐγεγόνει, βάρβαρος οὖσα γυνὴ καὶ θρασυκάρδιος. παῖδας δὲ ἔσχεν ἐξ αὐτῆς Πουλχερίαν, εἶτα Φαλκίλλαν Ἀρκαδίαν τε καὶ Μαρῖναν, αἳ ἀπείρατοι γάμων κατὰ τοὺς χρόνους ἀπεβίωσαν· καὶ σὺν αὐταῖς γεννᾷ Θεοδόσιον ὕστατον, ὃς καὶ διεδέξατο τὴν τοῦ πατρὸς βασιλείαν. μετὰ παραδρομὴν δὲ λεʹ ἐτῶν ἐπανήχθη ὁ μέγας Χρυσόστομος ἀπὸ Κομάνων, δικαίᾳ χρησαμένου σπουδῇ Πρόκλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου. Ἡ δὲ Εὐδοξία οὐκ εἰς μακρὰν τετελευτήκει, καθὼς λέλε κται, τρεῖς καὶ μόνους αὐτῷ ἐπιβιώσασα μῆνας. ἐγκύου γὰρ οὔσης αὐτῆς καὶ πρὸς αὐτὸ τὸ τεκεῖν ἤδη ἐπειγομένης τέθνηκε τὸ βρέφος ἐν τῇ γαστρὶ αὐτῆς, καὶ ἀρξαμένης ὠδίνειν οὐκ ἤρχετο τὸ βρέφος πρὸς τοκετόν, ἀλλ' ἔμενεν ἔνδον νενεκρωμένον ἐπὶ ὅλας ἡμέρας τέσσαρας. τούτου τοίνυν σαπέντος ἀπέστη καὶ ἡ γαστήρ, καὶ διέξοδος τοῦ ἐμβρύου καὶ τῶν πόνων λύσις οὐκ ἦν. ἀνθρώ που δέ τινος ἐπιθέντος αὐτῇ γραμμάτιον γεγοητευμένον εὐθέως 1.586 ἐξήμβλωσε, καὶ σὺν τῇ ἀποβολῇ τοῦ ἐμβρύου συναπέρρηξε καὶ τὴν ἑαυτῆς ψυχὴν ἡ τριτάλαινα. Τῷ ιδʹ ἔτει ἐν Ῥώμῃ ἐμυκήθη ἡ γῆ ἐπὶ ἡμέρας ἑπτά. τε λευτᾷ δὲ καὶ Ἀρκάδιος, βιοὺς μὲν ἔτη λαʹ, βασιλεύσας δὲ κʹ· ὃς καὶ διετάξατο τῶν Περσῶν βασιλέα Ἰσδιγέρδην κήδεσθαι τοῦ παι δὸς Θεοδοσίου καὶ λαμβάνειν πρεσβεῖον χρυσίου λίτρας ἑκατον τάδας δέκα. ἐν δὲ τῇ αὐτοῦ τελευτῇ πάντας τοὺς κατ' αὐτὸν ὄντας ἀρίστους προαπέκτεινε διὰ τὸ μεῖζον εἶναι τὸ ἐκείνων φρό νημα, ἐν οἷς ἦν καὶ Ῥουφῖνος ὁ παρ' αὐτῷ μέγα δυνάμενος. ἐτέθη δὲ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν τῇ μεσημβρινῇ στοᾷ, ἔνθα καὶ ἡ γυνὴ αὐτοῦ Εὐδοξία.
Ὁ τοίνυν Ἰσδιγέρδης τὴν Ἀρκαδίου διαθήκην δεξάμενος Θεοδοσίῳ τὴν βασιλείαν εἰρηνικῶς διεσώσατο. καὶ Ἀντίοχόν τινα θαυμαστὸν καὶ λογιώτατον ἄνδρα ἐπίτροπον καὶ παιδαγωγὸν ἀπο στείλας, γράφει τῇ συγκλήτῳ Ῥωμαίων φυλάττειν τὸ παιδίον ἀνεπιβούλευτον, ἵνα μὴ πόλεμον ἄσπονδον κατὰ Ῥωμαίων