216
ἀνα κινήσῃ. καὶ ἦν εἰρήνη μεταξὺ Ῥωμαίων καὶ Περσῶν μάλιστα τοῦ Ἀντιόχου πολλὰ ὑπὲρ Χριστιανῶν γράφοντος. καὶ οὕτως ἐπλατύνθη καὶ ἐν Περσίδι ὁ χριστιανισμός. Θεοδόσιος ὁ μικρὸς βασιλεὺς Ῥωμαίων ὀρθόδοξος ἐβασί λευσεν ἔτη μβʹ μῆνας βʹ· οὗ αὐτοκρατορήσαντος Πουλχερία ἡ τούτου ἀδελφή, παρθένος ιθʹ ἐτῶν οὖσα, τὴν βασιλείαν καλῶς διῴκει, ἥτις Θεοδόσιον τὸν ἀδελφὸν εἰς τὴν κατὰ θεὸν εὐσέβειαν ἐξεπαίδευσε καὶ εἰς τἆλλα ἅπαντα. ἦν δὲ τῷ σώματι μέσος τοῦ 1.587 εὐμήκους, ὄμματα ἐν κύκλῳ τῶν βλεφάρων μείζονα ἔχων, μέ λανά τε καὶ ὀξὺ βλέποντα. ῥὶς λεπτὴ καὶ ὀρθή. μελίθριξ, πάσης παιδείας μετασχών, καὶ αὐτῆς ἀστρονομίας, ἱππεύειν τε καὶ τοξεύειν ἀσκηθεὶς πέραν τοῦ μετρίου, καὶ πολλὰς τῶν ἐν χερσὶ τεχνῶν δεξιότητι φύσεως ἀναμαξάμενος, οἷον γραφικὴν καὶ πλαστικὴν καὶ ἑτέρας πλείστας, μειλίχιος τὸν τρόπον καὶ εἰσάγαν ἐπιεικής. ὅθεν καὶ διαττ' καὶ πολλὰ τῶν κοινῶν διαπεσεῖν τῇ πρὸς τοὺς εὐνούχους κρατηθέντα αἰδοῖ. ἐπεὶ γὰρ τοῦ πατρὸς ἐκ πεσὼν παρὰ Ἰσδιγέρδου Ἀντιόχου σταλέντος ὡς κηδεστοῦ ἐθήτευεν, εἶτα Εὐτρόπιον ἡγήσατο κύριον, μετ' αὐτὸν Λαῦσον καὶ Καλαπόδιον, καὶ πρὸς τούτοις Χρυσάφιος αὐτὸν κατεδουλώσατο. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα ξενῶνάς τε καὶ μοναστήρια ἡ Πουλχερία καταστήσασα πᾶσι τὰς ἁρμοδίους προσόδους βασιλι κῶς ἀπένειμεν. ὁ δὲ Σωζομενός φησιν ὅτι καὶ θείας ἐμφανίας ἠξιοῦτο. Τῷ βʹ ἔτει Ἀττικὸς ἐπίσκοπος Κωνσταντινουπόλεως Ἰουδαῖόν τινα παράλυτον νουθετήσας, πείσας τε καὶ βαπτίσας, ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξήγαγε. Τῷ γʹ ἔτει Ὁνωρίου τῆς Ῥώμης βασιλεύοντος ἤτοι τῶν ἑσπερίων, ὄντος αὐτοῦ ἐν Ῥαβέννῃ, Θεοδοσίου δὲ ἐν Κωνσταντινου πόλει, ἐσφάγη Στελέχων ὁ λαμπρότατος ἐν Ῥαβέννῃ καὶ ἄλλοι δυνάσται. ἦν δὲ πενθερὸς Ὁνωρίου καὶ τῶν ὅλων τῆς βασιλείας 1.588 πραγμάτων προϊστάμενος. παρελήφθη δὲ καὶ ἡ Ῥώμη ὑπὸ Ἀλαρίχου τοῦ Γότθου, τοῦ τῶν Οὐανδίλων ἐξάρχοντος, ἡ τοσαύτη καὶ τηλικαύτη καὶ παντὶ τῷ κόσμῳ περιβόητος, διαφυγοῦσα μὲν τὸ τοιοῦτον εἰς ἄπειρον εἰπεῖν τὸν αἰῶνα· χίλια γὰρ καὶ ἑκατὸν ἑξήκοντα ἔτη παρῳχήκει, ἐν οἷς αὐτὴν πειραθῆναι πολλῶν μειζό νων συνέβη πολεμίων. νυνὶ δὲ ἁλούσης τῷ πεπρωμένῳ διὰ τῆς τῶν κρατούντων εὐηθείας, εἴγε καὶ ἔστιν εἰπεῖν τι παρὰ τοῦτο γενέσθαι. οἱ δὲ Σκηπίωνα τὸν Ἀφρικανὸν ἐπικληθέντα φασίν, ὁπηνίκα καθῄρει τὰ τῆς Καρθαγένης τείχη, ἐπιδακρύσαντα εἰπεῖν ἐπὶ τῇ Ῥώμῃ τὸ Ὁμηρικὸν ἔπος ἐκεῖνο. "ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή." τοῦτο γοῦν εἰς πέρας ἤχθη, καὶ ἡ τοσαύτη τὸ κράτος, καὶ πάντα τὰ μέγιστα εὐπορήσασα καὶ πᾶσαν ὡς εἰπεῖν δουλωσαμένη τὴν οἰκουμένην, καθάπαξ ἠρήμωτο Ῥώμη. ἔπαθε δὲ τὴν τοιαύτην ἅλωσιν μηνὶ Αὐγούστῳ κʹ, ἰνδίκτῳ θʹ, ἔτει ἀπὸ κτίσεως κόσμου #22εξεʹ. ἀκουσθέντος δὲ τούτου ἐν Ῥα βέννῃ ἀπήγγειλέ τις τῷ Ὁνωρίῳ δακρυρροῶν καὶ ποτνιώμενος "ὦ δέσποτα, ἑάλω Ῥώμη ὑπὸ Ἀλαρίχου τοῦ τῶν Οὐανδίλων ἄρχοντος." ὁ δὲ συσπασθεὶς καὶ τὼ χεῖρε κροτήσας ἔφη "ὧδε ἦν ἕως ἄρτι, καὶ πῶς παρελήφθη ὑπὸ τῶν Γότθων;" ὁ δὲ στενάξας εἶπεν "οὐ τὴν ὄρνιν λέγω, δέσποτα, ἀλλὰ τὴν πόλιν." ὁ δὲ ἀντέφη "ἐξέστησάς με, ἄνθρωπε· ἐγὼ ἐνόμιζον ὅτι τὴν ὄρνιθα λέγεις." εἶχε γὰρ ἀλεκτορίδα ἐφ' ᾗ ἠγάλλετο, ἥνπερ ἐκάλει Ῥώμην· τοσοῦτον περιῆν αὐτῷ τὸ τῆς ἀβελτηρίας, ἵνα μὴ λέγω 1.589 ἀνοίας τεκμήριον. καὶ οὐ θαυμαστὸν εἰ τοιοῦτος ὢν ἐβασίλευεν, ἐπεὶ καὶ ἄλλοι τινὲς προηγήσαντο Ῥώμης, ὧν τὰς πράξεις καὶ τὰς ἀλόγους ὁρμὰς ἀμήχανον ἀκοῇ παραδέξασθαι· τοὺς Νέρωνας καὶ τοὺς Ἀβίτους μοι νόει καὶ Γάλβας καὶ Ὄθωνας, καὶ εἴ τις ἄλλος ἐστὶ τούτων ἐσμός.
Μετὰ τὴν ἅλωσιν Ῥώμης τελευτᾷ Ὁνώριος ὑδεριάσας, βιώσας ἔτη μʹ, βασιλεύσας δὲ λαʹ, μνήμην λιπὼν τῷ βίῳ δυσκλεᾶ καὶ ἄσεμνον. δηλωθείσης δὲ τῆς αὐτοῦ τελευτῆς ἐν Κωνσταντι νουπόλει ἐσείσθη πᾶσα ἡ πόλις ἡμέρας ʹ. Θεοδόσιος δὲ κατὰ τὸν καιρὸν τῆς Ὁνωρίου τελευτῆς ἦγε τῆς ἡλικίας ἔτος κδʹ, τῆς δὲ βασιλείας