217
ιζʹ. ὁ δὲ τούτου τροφεὺς Ἀντίοχος, κατὰ τὴν κω μῳδίαν, "ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὰ πράγματα." ἐγγὺς τοίνυν ἀναρχίας καὶ λῃστῶν πλήρη τὰ πάντα. Τῷ εʹ ἔτει Ἰουδαῖοι ἐν Ἀλεξανδρείᾳ πολλὰ κακὰ Χριστιανοῖς ἐπεδείξαντο. συνθέμενοι γὰρ πρὸς ἀλλήλους γνώρισμα φορεῖν δακτύλιον ἀπὸ φοίνικος, τῇ νυκτὶ βοᾶν παρεσκεύασαν κήρυκας ὅτι ἡ ἐκκλησία ἀνεπρήσθη, τῶν δὲ Χριστιανῶν συνδραμόντων τούτους οἱ Ἰουδαῖοι κατέσφαξαν. φωραθέντος οὖν τοῦ δράματος οἱ Χριστιανοὶ ἄρχοντες τούτους τῆς Ἀλεξανδρείας ἐξήλασαν καὶ τὰς ὑποστάσεις αὐτῶν ἐδήμευσαν. τῷ δ' αὐτῷ ἔτει ἡ μακαρία Πουλχερία τελείως τῶν πραγμάτων ἐκράτει, τοῦ Πέρσου Ἀντιόχου ἐκποδὼν γεγονότος. τούτῳ τῷ ἐνιαυτῷ πολλοὶ ἐν Περσίδι 1.590 Χριστιανοὶ ὑπὸ τῶν μάγων μάρτυρες γεγόνασι. τῷ δ' αὐτῷ ἔτει πάλιν ἀπὸ τοῦ ἐμπρησμοῦ ἀνεκαινίσθη ἡ μεγάλη ἐκκλησία. Τῷ ζʹ ἔτει Ἰουδαῖοι εἰς τὸν Ἴμμον πεδίον Χριστιανὸν παῖδα συλλαβόντες, ὡς παίζοντες δῆθεν καὶ τὸν σταυρὸν διασύροντες, τοῦτον ἐκρέμασαν ἐπὶ ξύλου, ἀνελόντες βασάνοις. τοῦτο γνοὺς ὁ βασιλεὺς τοὺς Ἰουδαίους πρεπόντως ἐκόλασε. Τῷ ιδʹ ἔτει λιμὸς γέγονεν ἐν Πόντῳ, ὥστε τοὺς Παφλαγό νας εὐνουχίσαντας τὰ ἴδια τέκνα πιπράσκειν. τούτῳ τῷ ἔτει ἐτε λεύτησεν ἐν Ἀθήναις Λεόντιος ὁ φιλόσοφος, ὃς ἔγραψεν ἐν τῇ διαθήκῃ αὐτοῦ "τὴν μὲν οὐσίαν μου πᾶσαν καταλιμπάνω τοῖς υἱοῖς μου, Ἀθηναΐδι δὲ τῇ ἐμῇ θυγατρὶ ἀφίω δοθῆναι χρυσίου νομίσματα ἑκατόν· ἀρκεῖ γὰρ αὐτῇ ἡ τύχη αὐτῆς." ταύτην τὴν Ἀθηναΐδα ἐξ Ἀθηνῶν εἰσαχθεῖσαν θεασαμένη ἡ Πουλχερία κάλλει σώματος διαπρέπουσαν καὶ συνέσει ψυχῆς καλλυνομένην καὶ λόγῳ κεκοσμημένην, πρὸς τὸν ἀρχιεπίσκοπον Κωνσταντινου πόλεως Ἀττικὸν ἀποστείλασα ἐβάπτισεν, Εὐδοκίαν μετονομά σασα· ἥντινα καὶ τῷ ταύτης ἀδελφῷ καὶ βασιλεῖ συνέζευξεν εἰς γυναῖκα. τούτῳ τῷ ἔτει Ἀττικὸς ὁ ἐπίσκοπος Ἰωάννου τοῦ Χρυσοστόμου τὸ ὄνομα ἐν τοῖς ἱεροῖς διπτύχοις συνέταξε. τελευτᾷ δὲ Ἀττικὸς ὁ πατριάρχης, καὶ χειροτονεῖται Σισίνιος. Ἀλλὰ τοσαύτῃ καὶ τηλικαύτῃ οὔσῃ τῇ Εὐδοκίᾳ λοξὸν ὁ φθόνος ἐμβαλὼν ὄμμα τοιοῦτον κατειργάσατο δρᾶμα ἐσύστερον. Παυλῖνός τις μάγιστρος ἠγαπᾶτο παρὰ τῆς Εὐδοκίας ὡς ὢν λογιώ 1.591 τατος καὶ ὡραιότατος, ᾧ τινὶ συχνῶς τε καὶ ἰδίως συνετύγχανεν ὡς συμπράξαντι τοῖς γάμοις αὐτῆς. τῇ οὖν ἡμέρᾳ τῶν ἁγίων θεοφανιῶν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀπιόντος τοῦ βασιλέως προσή γαγέ τις αὐτῷ ἐξ Ἀσίας πένης μῆλον μέγα καὶ ὑπερφυές, ὅπερ ἀπέστειλε τῇ Αὐγούστῃ, δεδωκὼς τῷ πένητι νομίσματα ἑκατόν. αὐτὴ δὲ νοσοῦντι τότε Παυλίνῳ ἀπέστειλεν ἀρραβῶνα τῆς αὐτοῦ τελευτῆς. ὁ δὲ Παυλῖνος ἀγνοῶν μετὰ δύο ἡμέρας ἀπέστειλεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τοῦτο γνωρίσας ἔκρυψε, καὶ εἰσελθὼν λέγει τῇ Αὐγούστῃ "ποῦ ἐστὶ τὸ μῆλον ὅπερ σοι ἀπέ στειλα;" ἡ δὲ εἶπεν "ἔφαγον αὐτό." καὶ πάλιν ὥρκωσεν αὐτὴν τὴν σωτηρίαν αὐτοῦ, λέγων "μή τινι τοῦτο πέπομφας;" ἡ δὲ πάλιν εἶπε φαγεῖν αὐτό, προσθεῖσα καὶ τὴν σωτηρίαν τοῦ βασι λέως. τότε εἰς ὀργὴν κινηθεὶς ὁ βασιλεὺς κελεύει τὸ μῆλον εἰσ ενεχθῆναι, τὸν δὲ Παυλῖνον ἀποστείλας τῇ νυκτὶ ἐκείνῃ ἀπεκεφά λισεν. ἔκτοτε δὲ γέγονε μεταξὺ αὐτῶν λύπη καὶ ἀπομερισμός. γνοῦσα δὲ τοῦτο ἡ Αὔγουστα, καὶ αἰσχυνθεῖσα ὡς ὑβρίσθη, ἐξώρμησεν εἰς τοὺς ἁγίους τόπους, καὶ τελευτᾷ ἐν Ἱεροσολύμοις, καὶ θάπτεται ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου. ἐν δὲ τῷ τελευτᾶν αὐτὴν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατ' αὐτῆς κατηγορίᾳ ἕνεκεν Παυλίνου. γράφουσι δέ τινες πληρωθῆναι ἐπ' αὐτῇ τό "ἀγά θυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ" διὰ τὸ πολλὰ ἀγαθὰ ἐν Ἱεροσολύμοις αὐτὴν πεποιηκέναι μετὰ Ἑλένην τὴν τοῦ μεγάλου Κωνσταντίνου μητέρα. 1.592 Τῷ ιθʹ ἔτει τοῦ προφήτου Ζαχαρίου τὰ λείψανα καὶ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου καὶ Λαυρεντίου ἀπετέθησαν. τότε πρώτως καὶ ἡ μνήμη τοῦ μεγάλου Χρυσοστόμου ἐπετε λέσθη. Τῷ κʹ ἔτει Θεοδόσιος κατὰ μίμησιν τῆς μακαρίας Πουλχε ρίας πολλὰ χρήματα τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων