218
ἀπέστειλεν εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, καὶ σταυρὸν χρυσοῦν διάλιθον πρὸς τὸ παγῆναι ἐν τῷ Κρανίῳ. ὁ δὲ ἀρχιεπίσκοπος ἀντίδωρον ἀπέστειλε λείψανα τῆς δεξιᾶς χειρὸς τοῦ πρωτομάρτυρος Στεφά νου. τούτου δὲ εἰς Χαλκηδόνα φθάσαντος, θεωρεῖ ἡ μακαρία Πουλχερία τῇ αὐτῇ νυκτὶ τὸν ἅγιον Στέφανον λέγοντα "ἰδοὺ ἡ προσευχή σου εἰσηκούσθη καὶ ἡ αἴτησίς σου γέγονε, καὶ ἦλθον εἰς Χαλκηδόνα." ἡ δὲ ἀναστᾶσα καὶ τὸν ἀδελφὸν αὐτῆς λα βοῦσα ἐξῆλθεν εἰς συνάντησιν τοῦ ἁγίου λειψάνου. καὶ ταῦτα εἰς τὸ παλάτιον εἰσαγαγοῦσα κτίζει οἶκον ἔνδοξον τῷ πρωτομάρ τυρι, κἀκεῖ τὰ ἅγια κατατίθεται λείψανα.
Τῷ καʹ τούτου ἔτει ἀγαθότητι πολλῇ κινούμενος Θεοδόσιος, καίπερ νικήσας κατὰ κράτος τοὺς Πέρσας, εἰρήνην ἀσπάζεται φει δοῖ τῶν κατοικούντων Χριστιανῶν ἐν Περσίδι, καὶ ἀποστέλλει πρεσβευτάς. καὶ ταύτης γενομένης ὁ κατὰ τῶν Χριστιανῶν ἐπαύ σατο διωγμός. Τῷ κβʹ ἔτει Σισίνιος ὁ πατριάρχης ἐτελεύτησε. Τῷ δὲ κγʹ μετὰ τὴν τούτου τελευτὴν Νεστόριος τὴν ἐπισκο πὴν διαδέχεται Κωνσταντινουπόλεως, Γερμανικεὺς τῷ γένει. καὶ 1.593 ἅμα τῷ θρόνῳ ἐπέβη, παραυτίκα καὶ ἡ αὐτοῦ κακοπιστία καὶ τὸ ἐν τοῖς δόγμασι διεστραμμένον φρόνημα ἐδείκνυτο. ὁμιλίαν γὰρ περὶ πίστεως ἐκδέδωκε τῷ ἑαυτοῦ συγκέλλῳ, κελεύσας ταύτην ἐπ' ἐκκλησίας κηρῦξαι, ἔχουσαν οὕτως "θεοτόκον τὴν Μαρίαν κα λείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν, καὶ ὑπὸ ἀνθρώπου τὸν θεὸν τεχθῆναι ἀδύνατον." ταύτης ἐπελάβετο πρῶτον τῆς φωνῆς Εὐσέβιός τις σχολαστικὸς τῆς βασιλίσσης. ὅθεν πολλοὶ τῶν Βυζαντίων ἐταράχθησαν. ὁ δὲ Νεστόριος τὸν λόγον κυρῶ σαι σπεύδων πανταχοῦ τὴν ἑαυτοῦ μιαρὰν φλυαρίαν ἐξέβαλε, ψιλὸν ἄνθρωπον λέγων τὸν κύριον. ἐν μιᾷ δὲ κυριακῇ προ καθεζομένου Νεστορίου προτραπεὶς Πρόκλος τοῦ ἐξηγήσασθαι εἶπεν ὁμιλία εἰς τὴν θεοτόκον, ἧς ἡ ἀρχή "παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί." τότε μισητὸς ἐγένετο παρὰ πᾶσιν ὁ δυσσε βὴς Νεστόριος διὰ τῦφον καὶ κακοπιστίαν. εἶχε γὰρ Ἀναστάσιόν τινα πρεσβύτερον Ἀντιοχέα, ὃν σφόδρα περιεποιεῖτο ὡς ὁμόφρονα ἄνδρα καὶ τολμηρότατα ἐπ' ἐκκλησίας βλασφημοῦντα τὴν ἀειπαρ θένον θεοτόκον. τούτου δὲ Εὐσέβιος ὁ τοῦ ∆ορυλάου πρῶτον κατεῖπεν. οὕτως δὲ διαπραττόμενος πολλοὺς θορύβους ἤγειρε καὶ ταραχάς. τῷ δ' αὐτῷ ἔτει καὶ τὸ φοβερὸν θαῦμα τῶν ἁγίων ἑπτὰ παίδων τῶν ἐν Ἐφέσῳ γέγονεν, ἀναστάντων αὐτῶν διὰ ἑκα τὸν ἑβδομήκοντα χρόνων. Τῷ κδʹ Κύριλλος Ἀλεξανδρείας καὶ Κελεστῖνος Ῥώμης γράφουσι Νεστορίῳ ἀποσχέσθαι μὲν τῶν διεστραμμένων δογμάτων καὶ 1.594 τῆς ὀρθῆς πίστεως ἀντέχεσθαι, εἰ δὲ μή, μὴ εἶναι αὐτὸν κοινω νικὸν ἱερέα. ἀλλὰ καὶ ἄλλοι τινὲς ὁμοίως αὐτῷ ἔγραψαν. αὐτὸς δὲ ὁ Νεστόριος, γνοὺς ὅτι οὐκ ἀνέχονται παρασιωπῆσαι, παρε σκεύασε τὸν βασιλέα γράψαι πρὸς Κύριλλον σάκραν δειμάτων, καὶ δοκῶν αὐτὸν ἐκ τούτου κτυπεῖν μᾶλλον διήγειρε. καὶ γράφει τῷ βασιλεῖ καὶ ταῖς τούτου ἀδελφαῖς περί τε τῆς ὀρθῆς πίστεως καὶ τῆς Νεστορίου κακοδοξίας, αἰτούμενος ἅμα καὶ σύνοδον οἰ κουμενικὴν γενέσθαι εἰς τὸ γυμνασθῆναι κανονικῶς τὰ κατὰ Νε στόριον. τῷ κεʹ τοίνυν ἐνιαυτῷ τῆς Θεοδοσίου βασιλείας ἡ ἐν Ἐφέσῳ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύνοδος τῶν σλʹ πατέρων συνη θροίσθη, χρόνον ἄγουσα ἀπὸ μὲν τῆς δευτέρας μαʹ, ἀπὸ δὲ κτί σεως κόσμου #22ειεʹ. ἧς ἦρχον Κύριλλος Ἀλεξανδρείας, ὃς Κελεστί νου πάπα Ῥώμης τὸν τόπον διεῖπε, καὶ Ἰουβενάλιος Ἱεροσολύμων,λέγοντος τοῦ καταράτου Νεστορίου μὴ εἶναι θεοτόκον τὴν θεοτόκον ἀλλὰ Χριστοτόκον, καὶ δύο υἱοὺς ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ μυθολογοῦντος καὶ δύο ὑποστάσεις, καὶ ἄλλον μὲν εἶναι τὸν λόγον τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, ἕτερον δὲ τὸν ἐκ Μαρίας τεχθέντα ἄνθρωπον, κατὰ σχέσιν δὲ ἑνωθέντα τὸν θεὸν λόγον, καὶ ὁμωνύ μως καὶ αὐτὸν λεγόμενον υἱόν. τοῦτον προσκληθέντα παρὰ τῆς συνόδου καὶ μὴ ἀπαντήσαντα ἐκκλησιαστικῶς καθελοῦσα ὡς μὴ θελήσαντα τοῖς ὀρθοῖς δόγμασι συνθέσθαι ἀνεθεμάτισεν· καὶ ἐχειροτονήθη