219
Μαξιμιανὸς πρεσβύτερος τῆς αὐτῆς μεγάλης ἐκκλη σίας. μίαν δὲ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν καθ' ἕνωσιν ὑπόστα 1.595 σιν καὶ δύο φύσεις σαφῶς ἐδογμάτισε, τὸν αὐτὸν εἶναι θεὸν καὶ ἄνθρωπον, καὶ τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς θεοτόκον.
Ἰωάννης δὲ ὁ Ἀντιοχείας ἐπίσκοπος μετὰ τὴν Νεστορίου καθαίρεσιν καταλαμβάνει, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νε στόριος, παραλαβὼν τοὺς συνελθόντας αὐτῷ ἐπισκόπους, ἐν οἷς ἦν καὶ Θεοδώρητος Τύρου ἐπίσκοπος καὶ Ἴβας Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφε σίων ἐπισκόπου ὡς παρὰ τὸν κανόνα τῆς ἐκκλησίας ποιησάντων τὴν σύνοδον. οἱ δὲ περὶ Κύριλλον μέμφονται ὡς ἄθεσμα καὶ ἄτοπα τὰ παρ' αὐτῶν γενόμενα· καὶ οὕτως ἀπὸ τῆς Ἐφεσίων διαφερόμενοι ἀλλήλοις διέστησαν οἵ τε ἀνατολικοὶ καὶ οἱ Αἰγύ πτιοι. μετὰ δὲ ταῦτα σπουδῇ τοῦ βασιλέως ἡνώθησαν, συμφω νήσαντες καὶ οἱ ἀνατολικοὶ τῇ ἐκτεθείσῃ ἐν Ἐφέσῳ ὀρθοδόξῳ πί στει καὶ τῇ κατὰ Νεστορίου καθαιρέσει, ἔγγραφον ἐπιστολὴν τοῖς Ἀλεξανδρεῦσι διὰ Παύλου τοῦ ἐπισκόπου Ἐμέσης ἀποστείλαντες. Νεστόριος δὲ ἐξωρίσθη εἰς Ὄασιν, ἄλλοι δὲ γράφουσιν, ἐν τῇ Θάσσῳ, ἐν ᾗ καὶ καταλαμβάνει αὐτὸν ἡ θεία δίκη, σηπεδόνος τῶν μελῶν πάντων ἁψαμένης, μάλιστα δὲ καὶ τῆς μιαρᾶς αὐτοῦ γλώττης, ᾗ περιπεσὼν διεφθάρη ὡς ὁ κατάρατος Ἄρειος, ὑπο φωνῶν ὡς ἠδύνατο ὅτι τέως οὐκ ἐπείσθημεν τὴν Μαρίαν θεοτόκον ὁμολογῆσαι. Ὁ βασιλεὺς δὲ κυνηγῆσαι ἐξελθών, τοὺς σὺν αὐτῷ πάντας διαλαθών, ἦλθε διὰ μακρᾶς ὁδοῦ πρός τινα μοναχὸν ἐν κελλίῳ καθεζόμενον πλησίον τῶν προαστείων Κωνσταντινουπόλεως· ὃν ὁ 1.596 γέρων ἐπέγνω μέν, ἐδέξατο δὲ ὡς ἕνα τῶν στρατιωτῶν. τοῦ δὲ βασιλέως ἐκ τῆς ὁδοῦ καὶ τοῦ καύσωνος ὀλιγωρήσαντος ἔβρεξεν ἄρτους ὁ γέρων, καὶ βαλὼν ὄξος καὶ ἔλαιον ἔφαγεν ὁ βασιλεὺς καὶ ἔπιεν ὕδωρ. καὶ φησὶν ὁ βασιλεύς "οἶδας τίς εἰμι, πάτερ;" ὁ δὲ μοναχὸς εἶπεν "ὁ θεὸς οἶδέ σε." καὶ ὁ βασιλεὺς ἔφη "ἐγώ εἰμι Θεοδόσιος ὁ βασιλεύς." καὶ ἀναστὰς εὐθὺς ὁ γέρων προσε κύνησεν αὐτῷ. εἶπεν οὖν ὁ βασιλεύς "μακάριοι καὶ τρισμακάριοί ἐστε ὄντως ὑμεῖς οἱ μοναχοί, καὶ ἀμέριμνοι τοῦ κόσμου. ἐπ' ἀληθείας λέγω σοι, πάτερ, ὅτι ἐν τῷ παλατίῳ ἐγεννήθην, καὶ οὐδέποτε μεθ' ἡδονῶν ἀπήλαυσα βρώσεως καὶ πόσεως καθὼς σήμερον." τοῦ δὲ λαοῦ φθάσαντος καὶ ἐνώπιον πάντων ἀξιο πρεπῶς τιμήσαντος τὸν γέροντα, καὶ πάντας ἀξιωθῆναι τῆς εὐ χῆς αὐτοῦ κελεύσαντος τοῦ βασιλέως, ἀνεχώρησεν εἰς τὴν ὁδὸν αὐτοῦ μετ' εἰρήνης. καὶ ἤρξατο ἀπὸ τότε τιμᾶν αὐτὸν ὁ βασι λεύς. ὁ δὲ γέρων ἀναστὰς ἔφυγε καὶ πάλιν ἀπῆλθεν εἰς Αἴγυ πτον. Ἐν τοῖς χρόνοις τούτοις καὶ ὁ μέγας Συμεὼν ὁ στυλίτης ἐπέβη τῷ κίονι, τὴν δόξαν τῶν ἀνθρώπων φεύγων· πολλοὶ γὰρ εἰς αὐτὸν ἀφικνούμενοι ἤθελον πάντες ψαύειν τῶν δερματίνων ἐκείνου ἐνδυμάτων. καὶ πρῶτον μὲν ἓξ πήχεων ἐκέλευσε γενέσθαι τὸν κίονα, εἶτα δώδεκα, καὶ μετὰ ταῦτα εἴκοσι δύο, νῦν δὲ τρια κονταέξ. ἣν οὐκ ἄνευ τῆς θείας οἰκονομίας ὑπολαμβάνω γενέ σθαι τὴν στάσιν, ὠφελείας ἕνεκεν τῶν ῥαθυμοτέρων, ὥσπερ καὶ τὸν Ἠσαΐαν γυμνὸν καὶ ἀνυπόδετον βαδίσαι προσέταξε, καὶ τὸν 1.597 Ἱερεμίαν περίζωμα τῇ ὀσφύϊ περιθεῖναι καὶ οὕτω προφητεύειν, καὶ ἄλλοτε κλοιοὺς ξυλίνους καὶ σιδηροῦς περιβαλεῖν τῷ τραχήλῳ, καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν καὶ πάλιν ἀγαπῆσαι πονηρὰν γυναῖκα καὶ μοιχαλίδα, καὶ τὸν Ἐζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ ἡμέρας μʹ καὶ ἐπὶ τοῦ ἀριστεροῦ ρνʹ κατακλιθῆναι, καὶ αὖθις διορύξαι τὸν τοῖχον καὶ φυγεῖν, καὶ αἰχμαλωσίαν ἑαυτῷ διαγρά ψαι, καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξύρασθαι τούτῳ τὴν κεφαλὴν καὶ τετραχῇ τὰς τρίχας διελεῖν. καὶ ἵνα μὴ πάντα λέγω, γίνεσθαι τούτων ἕκαστον προσέταττεν ὁ τῶν λόγων πρύτανις τοὺς λόγῳ μὴ πειθομένους τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων. τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνε ται τοῦ διδάγματος. καθάπερ γὰρ εἰς λυχνίαν τεθεὶς ὁ φανότα τος οὗτος λύχνος, ὁ