220
μέγας δηλαδὴ Συμεών, ἡλίου δίκην πάντοθεν τὰς ἀκτῖνας ἐξέπεμψε, καὶ ἦν ἰδεῖν Ἴβηρας καὶ Ἀρμενίους καὶ Πέρσας καὶ Ἰσμαηλίτας ὁσημέραι ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας. τοσαύτην οὖν τὴν χάριν ὁ θαυμάσιος εἰς πάντα τὰ ἔθνη ἐξέπεμψεν ὥστε τὰ τῶν πατρῴων θεῶν εἴδωλα πρὸ τοῦ κίονος ἐκείνου τοῦ θείου ἄγοντας συντρίβειν, τὴν δὲ καθαρὰν καὶ ἀμώμητον ἡμῶν τῶν Χριστιανῶν πίστιν ὑπὸ τοῦ μεγάλου Συμεῶνος ἐκπαιδεύεσθαι, διὰ πολλῶν θαυμάτων καὶ με γίστων τεραστίων τούτους ἐνάγων εἰς τὴν τοῦ Χριστοῦ πολιτείαν. εἰκότως οὖν ἔλεγεν ὁ κύριος "ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει," ὃς τῇ τοῦ 1.598 ἁγίου πνεύματος αἴγλῃ καταλαμπόμενος καὶ πανταχοῦ τὰς τῆς χάριτος ἀκτῖνας ἐκπέμπων κατὰ τὸν μέγαν Βασίλειον. φησὶ γάρ "ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων ἀκτῖνος αὐτοῖς ἐμπεσούσης αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν ἀποστίλ βει, οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ πνεύματος αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. ἐντεῦθεν μελλόντων πρόγνωσις, μυστη ρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομή, τὸ οὐράνιον πολίτευμα, ἡ μετ' ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐ φροσύνη, ἡ ἐν θεῷ διαμονή, ἡ πρὸς θεὸν ὁμοίωσις, τὸ ἀκρότα τον τῶν ὀρεκτῶν, θεὸν γενέσθαι κατὰ χάριν." Μετά τινα δὲ καιρὸν ὁ θεῖος ∆ανιὴλ ὁ ἐν τῷ Ἀνάπλῳ, θεασάμενος τὸν μέγαν Συμεώνην καὶ θείου ζήλου πλησθεὶς τὴν καρδίαν, ἐλθὼν ἐν τῷ Ἀνάπλῳ ἐπέβη καὶ αὐτὸς τῷ στύλῳ, πολ λῶν καὶ μεγίστων θαυμάτων αὐτουργὸς γενόμενος, διήρκεσε δὲ ἐν τῷ κίονι ἄχρι τοῦ τετάρτου ἔτους τοῦ βασιλέως Λέοντος τοῦ μεγάλου, καὶ οὕτως πρὸς κύριον ἐξεδήμησε πλήρης ἀγαθῶν ἔργων. Τῷ κʹ ἔτει παρεγένετο Οὐαλεντινιανὸς ἀπὸ Ῥώμης ἐν Κων σταντινουπόλει, καὶ ἔγημε γυναῖκα τὴν θυγατέρα Θεοδοσίου τοῦ βασιλέως Εὐδοξίαν, τὴν ἐξ Εὐδοκίας γεννηθεῖσαν αὐτῷ, καὶ πάλιν ἐπανῆλθεν ἐν Ῥώμῃ.
Κῦρος ἔπαρχος τῆς πόλεως, ἀνὴρ σοφώ τατος καὶ ἱκανός, καταλύσας τὸ χερσαῖον τεῖχος Κωνσταντινου πόλεως καὶ προσθεὶς ἄλλα διαστήματα δύο, οἰκοδομεῖ ἕτερον τεῖ 1.599 χος δι' ἡμερῶν ἑξήκοντα· ὅθεν καὶ ὁ δῆμος ἐκπληττόμενος ἐπὶ τῷ τάχει καὶ τῷ κάλλει τῆς τοῦ τείχους κτίσεως ἀνεβόησε καθεζο μένου τοῦ βασιλέως ἐν τῷ ἱππικῷ "Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσε." διὰ τοῦτο φθονηθεὶς διαβάλλεται ὡς ἑλληνόφρων, καὶ δημευθεὶς καὶ ἀποκαρεὶς χειροτονεῖται ἐν Σμύρνῃ ἐπίσκοπος. Κατὰ Περσῶν στρατηγοῦντος Προκοπίου, δηλοῦται αὐτῷ παρὰ τοῦ Πέρσου ὅτι δώσωμεν μονομάχους, καὶ οἷος ἂν ἡττηθῇ, διδότω τὸ μέρος αὐτοῦ πάκτα ἐπὶ χρόνους πεντήκοντα. δίδωσιν οὖν ὁ στρατηγὸς Προκόπιος Ἀρεόβινδον κόμητα τῶν φοιδεράτων, ὃς σώκιστρον κατέχων τὸν Πέρσην ἐσώκισε καὶ κατενεγκὼν ἐκ τοῦ ἵππου ἀπέκτεινε. καὶ γέγονε πάκτα εἰρήνης μεταξὺ Ῥωμαίων καὶ Περσῶν. εἰσελθὼν δὲ Ἀρεόβινδος ἐν τῇ πόλει καὶ μεγάλα ὑπὸ τοῦ βασιλέως ἀποδεχθεὶς προήχθη ὕπατος. Τῷ κηʹ ἔτει σύμπτωσις ἐγένετο ἐν τῷ θεάτρῳ Ἀλεξανδρείας, καὶ ἀπέθανον ἄνδρες φοβʹ. τελευτήσαντος Μαξιμιανοῦ Πρόκλος ὁ ἁγιώτατος ἐπίσκοπος Κωνσταντινουπόλεως προχειρίζεται, ὃς τὸ τοῦ Χρυσοστόμου λείψανον ἀνακομίζει τῷ λʹ ἔτει τῆς βασιλείας Θεοδοσίου, καὶ εἰς τὸν τῶν ἁγίων ἀποστόλων ἀποτίθησι ναόν. ἐπὶ τούτου σεισμοὶ μεγάλοι γεγόνασιν ἐν Κωνσταντινουπόλει ἐν μησὶ τέσσαρσιν, ὥστε φοβηθέντας τοὺς ἐν Βυζαντίῳ ἔξω τῆς πό λεως ἐν τῷ λεγομένῳ κάμπῳ διατρίβειν. τοῦ γοῦν εἰρημένου πα τριάρχου μετὰ τοῦ κλήρου καὶ τοῦ λαοῦ ταῖς λιταῖς ἐκεῖσε προσ 1.600 καρτεροῦντος, περὶ ὥραν τρίτην, ἄφνω πάντων ὁρώντων ἡρπάγη νεανίας εἰς τὸν ἀέρα καὶ ἤκουσε θείας φωνῆς παρεγγυώσης αὐτῷ ἀναγγεῖλαι τῷ ἐπισκόπῳ καὶ τῷ λαῷ λιτανεύειν οὕτω, καὶ λέγειν "ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς" καὶ μηδὲν