221
ἕτερον προστιθέναι. καὶ εὐθέως τοῦτο ψάλλοντος τοῦ λαοῦ ἔστη ὁ σεισμός. ὅθεν ὁ βασιλεὺς Θεοδόσιος καὶ ἡ μακαρία Πουλχερία, ὑπεραγασθέντες τῷ θαύματι, ἐθέσπισαν κατὰ πᾶσαν οἰκουμένην οὕτω ψάλλεσθαι τὸν θεῖον ὕμνον. Τῷ λεʹ ἔτει ἠνέχθη ἀπὸ Πανεάδος τὸ λείψανον τοῦ προφή του Ἠσαΐου, καὶ ἐτέθη ἐν τῷ ναῷ τοῦ ἁγίου Λαυρεντίου.
Τῷ λʹ ἔτει Θεοδόσιος ὁ βασιλεὺς Ἀντίοχον πραιπόσιτον καὶ πατρίκιον, τὸν βαΐουλον αὐτοῦ, πάπαν ἐποίησε, δημεύσας καὶ τὸν οἶκον αὐτοῦ ὡς κατεπαιρομένου τοῦ βασιλέως καὶ κατα φρονοῦντος αὐτοῦ. διὸ καὶ νόμον ἐξέθετο μὴ εἰσέρχεσθαι εἰς πατρικίου ἀξίαν εὐνοῦχον. οὗτος ὁ Θεοδόσιος εὐμετάγωγος ἦν σφόδρα, πειθόμενος τοῖς ὑποβάλλουσιν αὐτῷ οἰκείοις, ὡς πολ λάκις καὶ χάρτους μὴ ἀναγινώσκων ὑπέγραφεν. ὅπερ μαθοῦσα Πουλχερία ἡ αὐτοῦ ἀδελφή, καὶ πολλάκις νουθετήσασα, ἐπεὶ οὐκ ἔπειθε, σοφῶς ὑπῆλθεν αὐτόν, καὶ δωρεὰν δῆθεν αἰτεῖ· ἡ δ' ἦν πρὸς δουλείαν ἐκχωροῦσα Εὐδοκίαν τὴν αὐτοῦ γαμετήν. προσή νεκτο τοίνυν ὁ τοῦτο διαταττόμενος χάρτης καὶ παρὰ τοῦ βασι λέως ὑπεσημαίνετο. μετὰ δὲ τοῦτο ἀναγνωσθέντος αὐτοῦ δεινῶς ὑπὸ τῆς Πουλχερίας ὠνειδίσθη, καὶ ἔκτοτε ἀκρίβειαν τῶν τοιού 1.601 των ἐποίει. ἐπὶ τούτου τοῦ βασιλέως ἐκ τῶν Γότθων γέγονεν ἔθνη τέσσαρα, Γότθοι Ὑπόγοτθοι Γήπεδες καὶ Οὐάνδηλοι. ἐξ ὧν Ἄβαρις ἤρξατο διαπερᾶν ἐν τῇ Ῥωμαίων γῇ. Τῷ λθʹ ἔτει Κύριλλος Ἀλεξανδρείας καὶ Πρόκλος Κων σταντινουπόλεως εὐσεβῶς ἐκοιμήθησαν. καὶ τὸν μὲν Πρόκλον Φλαβιανὸς πρεσβύτερος καὶ σκευοφύλαξ μεγάλης ἐκκλησίας Κων σταντινουπόλεως διεδέξατο, Κύριλλον δὲ ∆ιόσκορος ὁ δυσσεβής, μηδ' ὅλως ὢν διδασκαλικός, ἀχρεῖος δὲ καὶ ἀνήμερος, ἐξαιρέτως δὲ ἐν τοῖς συγγενέσι Κυρίλλου γενόμενος· αἱρετικὸς γὰρ ἦν, ἐξ ἁπαλῶν ὀνύχων τὰ Ὠριγένους φρονῶν. Τῷ μαʹ ἔτει ἡ λῃστρικὴ καὶ παράνομος συνηθροίσθη σύνο δος, τοῦ κριθῆναι τὰ περὶ Φλαβιανοῦ καὶ Εὐτυχοῦς, ὑπὸ ∆ιοσ κόρου τοῦ δυσσεβοῦς, κατὰ παραίνεσιν Χρυσαφίου εὐνούχου τὸ ἐπίκλην Ζουμνᾶ, τὴν τοῦ βασιλέως ἁπλότητα παραπείσαντος. Τῷ ἐπιόντι δὲ καιρῷ, ἤγουν τῷ μβʹ, γνοὺς ὁ Θεοδόσιος ὡς ἠπάτηται παρὰ Χρυσαφίου, πρῶτον μὲν αὐτὸν ἐξορίζει εἴς τινα νῆσον, τῇ Εὐδοκίᾳ δὲ καὶ Αὐγούστῃ ἐπιφέρεται σφοδρῶς, πάντων τῶν κακῶν αἰτίαν αὐτὴν ἀποκαλῶν ὡς καὶ Πουλχερίαν τῶν βασιλείων ἀποδιώξασαν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Παυλῖνον ὀνειδίζων αὐτῇ, ὑπὲρ τοῦ μήλου ἀποθανόντα. ἡ δὲ ἀπογνοῦσα παρεκάλεσεν ἐπὶ τὰ Ἱεροσόλυμα ἀπολυθῆναι αὐτήν· ὃ καὶ γέγονε, λαβούσης μεθ' ἑαυτῆς Σεβῆρον τὸν πρεσβύτερον καὶ διάκονον 1.602 Ἰωάννην. μαθὼν δὲ ὁ βασιλεὺς ὅτι οὗτοι καὶ ἐν τῇ πόλει πρὸς αὐτὴν ἐσύχναζον, ἀποστείλας ἀπεκεφάλισεν αὐτούς. τὴν δὲ ἁγίαν Πουλχερίαν μετὰ πολλῆς παρακλήσεως εἰσήγαγεν εἰς τὰ βασίλεια· ἥτις εὐθὺς ἀποστείλασα εἰς Ἔφεσον ἤγαγε τὸ λείψανον τοῦ ἁγίου Φλαβιανοῦ. τότε καὶ τὴν τῶν Χαλκοπρατίων ἐκκλησίαν τῇ θεο τόκῳ ἀνήγειρε, συναγωγὴν Ἰουδαίων πρότερον οὖσαν. τῆς δὲ ἐκκλησίας μετὰ Φλαβιανὸν Ἀνατόλιος ἐπεσκόπευσε. Μετὰ δέ τινα χρόνον ἐξῆλθεν ὁ βασιλεὺς ἱππασθῆναι· καὶ συμπεσόντος αὐτῷ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν λεκτικίῳ ἤτοι φορείῳ, καὶ καλέσας τὴν ἀδελφὴν Πουλχερίαν εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν μετ' αὐτὸν βασιλεύσαντα· "τοῦτο γάρ μοι" φησίν "̓Ιωάννης ὁ θεολόγος ἀπεκάλυψεν, ἐν Ἐφέσῳ μοι ὄντι." καὶ μεταστειλάμενος Μαρκιανὸν εἶπεν αὐτῷ ἐπὶ Ἄσπαρος καὶ τῆς συγ κλήτου "ἐδείχθη μοι ὅτι σε δεῖ γενέσθαι βασιλέα μετ' ἐμέ." καὶ μεθ' ἡμέρας δύο ἐτελεύτησε, καὶ τίθεται τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. γυνὴ δὲ τούτου Εὐδοκία, θυγάτηρ Λεοντίου φιλοσόφου ἐξ Ἀθηνῶν. Ἡ δὲ σοφὴ καὶ ἀγαθὴ Πουλχερία μήπω τῆς τοῦ ἀδελφοῦ τελευτῆς γνωσθείσης μεταστειλαμένη τὸν Μαρκιανόν, ἄνδρα ἐν σωφροσύνῃ καὶ σεμνότητι διαπρέποντα, γέροντα ὄντα καὶ ἱκανώ τατον, λέγει πρὸς αὐτόν "ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐξ ὅλης τῆς συγκλήτου ὡς ἐνάρετον,