222
δός μοι λόγον ὅτι φυλάττεις τὴν παρθενίαν, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγο 1.603 ρεύω σε βασιλέα." αὐτοῦ δὲ συνθεμένου τοῦτο, μεταστέλλεται τὸν πατριάρχην Ἀνατόλιον καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐ τὸν βασιλέα. ἦν δὲ Μαρκιανὸς αἰδέσιμος τὸν τρόπον, ἱεροπρε πής, ἐρύθημα ἐπὶ τοῦ προσώπου φέρων κεκραμένον χάριτι, μεγα λόψυχος, φιλαργυρίας ὑπέρτερος, σώφρων καὶ περὶ τὸ θεῖον εὐλαβὴς καὶ ὀρθόδοξος, περὶ τοὺς ἁμαρτάνοντας συμπαθής, ἄπειρος δὲ παιδείας τῆς ἔξωθεν. εὐθὺς οὖν τοὺς ἐν ἐξορίᾳ πάν τας ἀνεκαλέσατο. ἡ δὲ μακαρία Πουλχερία τὸν παμμίσητον Χρυσάφιον τὸν εὐνοῦχον Ἰορδάνῃ ἐκδέδωκε τῷ υἱῷ Ἰωάννου, ὃςκαὶ ἀνεῖλεν αὐτὸν διὰ τὸ αὐτὸν ἀνελεῖν τὸν τούτου πατέρα δόλῳ. Στρατιώτης τοίνυν λιτὸς ὢν πρὸ τούτου Μαρκιανὸς μετὰ τοῦ ἰδίου νουμέρου ἀπὸ τῆς Ἑλλάδος κατὰ Περσῶν ἀπῄει, καὶ γενόμενος ἐν Λυκίᾳ ἀρρωστίᾳ περιέπεσε. καὶ καταλειφθεὶς ἐν πόλει Συδήμων κἀκεῖσε χρονοτριβήσας προσκολλᾶται δύο τισὶν ἀδελφοῖς, Ἰουλίῳ καὶ Τατιανῷ, οἵτινες εἰς τὸν ἴδιον οἶκον λαβόν τες αὐτὸν διανέπαυσαν. εἰς θήραν δὲ ἐξελθόντες ἔλαβον αὐτὸν μεθ' ἑαυτῶν. κοπιάσαντες δὲ περὶ μεσημβρίαν ἐκοιμήθησαν. προεξυπνισθεὶς δὲ ὁ Τατιανὸς θεωρεῖ τὸν Μαρκιανὸν εἰς τὸν ἥλιον κοιμώμενον, καὶ ἀετὸν παμμεγέστατον ἐπ' αὐτὸν ἐλθόντα καὶ τὰς ἑαυτοῦ πτέρυγας διαπετάσαντα σκιὰν ἐπ' αὐτὸν περιποιησάμενον. καὶ τοῦτο θεασάμενος ἐγείρει τὸν ἑαυτοῦ ἀδελφόν, καὶ τὸ θεαθὲν ὑποδείκνυσι. καὶ ἐπὶ πολὺ θαυμάζοντες ἐξυπνίζουσι τὸν Μαρκια νόν, καὶ λέγουσιν αὐτῷ "ἐὰν βασιλεύσεις, τί ἡμῖν χαρίζῃ;" ὁ δέ 1.604 "τίς εἰμι ἐγώ, ἵνα τοῦτο γένηται εἰς ἐμέ;" οἱ δὲ ἐκ δευτέρου τὸν αὐτὸν λόγον εἶπον. λέγει ὁ Μαρκιανός "ἐὰν τοῦτο ἐκ θεοῦ γένη ται, πατέρας ὑμᾶς ἀνακηρύξω." τότε διδόασιν αὐτῷ ςʹ νομί σματα, λέγοντες "πορεύου ἐν τῇ πόλει, καὶ μέμνησο ἡμῶν ὅτε ὁ θεὸς ὑψώσει σε." χρόνου δὲ διελθόντος ὀλίγου καὶ Θεοδοσίου τε λευτήσαντος βασιλεὺς ἀνεδείχθη, ὡς προέφημεν, καὶ ὑπομνησθεὶς τῆς ἐν Λυκίᾳ εὐεργεσίας, Τατιανὸν καὶ Ἰούλιον μεταπεμψάμενος πατέρας αὐτοὺς ἀνεκήρυξε, καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον ἐποίησε τῆς πόλεως, τῷ δὲ Ἰουλίῳ τὴν τῶν Λυκίων ἐνεχείρισεν ἀρχήν. ὑπὸ Γιζερίχου δὲ πάλιν εἰς Ἀφρικὴν κρατηθείς, ἔτι στρατιώτῃ ὄντι τοῦτο αὐτῷ ἐξεγένετο· ὅθεν ὁ Γιζέριχος ὅρκῳ αὐτὸν ἠσφαλίσατο ὅτι εἰ βασιλεύσει, μὴ πολεμῆσαί ποτε Οὐανδήλοις, καὶ ἀπολύει αὐτόν. τοίνυν καὶ ἡ μακαρία Πουλχερία μεθ' ἑτέρων πολλῶν ἐκκλησιῶν ἐξαιρέτως τὸν ἐν Βλαχέρναις ναὸν ᾠκοδόμησε καὶ τῇ θεοτόκῳ ἀνατέθεικεν ἐν ἀρχῇ τῆς βασιλείας Μαρκιανοῦ. Τῷ βʹ αὐτοῦ ἔτει ἡ ἐν Χαλκηδόνι ἁγία τετάρτη σύνοδος γέγονεν ὑπὸ πατέρων χλʹ, ἐν τῷ μαρτυρίῳ τῆς πανευφήμου Εὐ φημίας, κατὰ Εὐτυχοῦς καὶ ∆ιοσκόρου καὶ Νεστορίου τῶν μα ταίων, λεγόντων μήτε τὴν σάρκα τοῦ κυρίου ὁμοούσιον ἡμῖν εἶναι, ἀλλ' ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν λέγεσθαι, μίαν δὲ φύσιν ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι τὸν κύριον μυθολογούντων καὶ τῇ θεότητι πάθος ἀπονε μόντων. ἡγοῦντο δὲ τῆς συνόδου Λέοντος πάπα Ῥώμης τοποτη 1.605 ρηταὶ Πασχάσιος καὶ Λουκίνσιος ἐπίσκοποι καὶ Βονιφάκιος πρεσ βύτερος, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλης Ἱεροσολύμων.
Kαθαιροῦνται τοίνυν οἱ αἱρετικοὶ καὶ ἐξορίζονται ἐν Γάγ γρᾳ, χειροτονεῖται δὲ Προτέριος ἐπίσκοπος Ἀλεξανδρείας ἀντὶ ∆ιοσκόρου. ἡ δὲ ἁγία σύνοδος ἐξεφώνησε τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἐν δύο φύσεσιν, ἀσυγχύτως ἀδιαιρέτως, τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν. δύο δὲ εἰρήκασι φύσεις τῷ λόγῳ τῆς διαφορᾶς, οὐ τῷ λόγῳ τῆς διαιρέσεως. τήν τε τοῦ Ῥώμης πάπα Λέοντος ἐπιστολὴν πρὸς Φλαβιανὸν γραφεῖσαν ὡς στήλην ὀρθοδοξίας ἐδέξαντο. ἐπικυροῦσι δὲ καὶ τὴν Νεστορίου καθαίρεσιν. ἐδέξαντο δὲ Θεοδώρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαν τας Νεστόριον. Τῷ γʹ ἔτει ἡ μακαρία καὶ εὐσεβὴς Πουλχερία ἐκοιμήθη ἐν Χριστῷ παρθένος καὶ μὴ διαφθαρεῖσα, πάντα τὰ ἑαυτῆς πτωχοῖς διανείμασα. Τῷ