223
δʹ ἔτει Οὐαλεντινιανὸς ὁ τῆς Ῥώμης βασιλεὺς τῶν μὲν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων ἀντελαμβάνετο, πολλῇ δὲ τῇ πα ρανομίᾳ ἐν τῇ ἑαυτοῦ διαίτῃ ἐκέχρητο· εὐπρεπεστάτῃ γὰρ γυναικὶ Εὐδοξίᾳ συζῶν, θυγατρὶ Θεοδοσίου τοῦ βασιλέως, ἀλλοτρίαις δαιμονιωδῶς ἐκέχρητο. ὡμίλει δὲ συνεχῶς καὶ τοῖς τὰ περίεργα πράττουσι· διὸ καὶ οἰκτίστῳ παραδίδοται θανάτῳ. Μαξίμου γὰρ τοῦ ἐπὶ Θεοδοσίου τοῦ μεγάλου τυραννήσαντος ἔκγονος καὶ ὁμώνυμος, ἐν τοῖς κατὰ Ῥώμην πατρικίοις τελῶν, ἔνδον τοῦ πα λατίου γενόμενος τὸν Οὐαλεντινιανὸν ἀπέσφαξε καὶ τῇ Εὐδοξίᾳ 1.606 συνεγένετο καὶ τῆς βασιλείας ἐκράτησε· δι' ὧν γάρ τις ἁμαρτάνει, δι' αὐτῶν καὶ παιδεύεται. ἐπὶ τούτοις ἡ Εὐδοξία ἀχθομένη μετα πέμπεται τὸν Γιζέριχον ἐξ Ἀφρικῆς εἰς Ῥώμην, παρακαλέσασα λυτρωθῆναι τῆς τοῦ Μαξίμου τυραννίδος. Γιζερίχου δὲ στόλῳ μεγάλῳ ἐκπλεύσαντος εἰς Ῥώμην Μάξιμος φυγῇ ἐχρήσατο, οἱ δὲ συνόντες αὐτῷ ἀνεῖλον αὐτόν. ὁ δὲ Γιζέριχος μηδενὸς αὐτῷ ἀντι στάντος εἰσῆλθεν εἰς Ῥώμην τῇ τρίτῃ ἡμέρᾳ τῆς φυγῆς Μαξίμου· καὶ λαβὼν πάντα τὰ χρήματα, καὶ τὰ τῆς πόλεως ἀναθήματα εἰς τὰ πλοῖα ἐμβαλών, ἐν οἷς ἦσαν κειμήλια ὁλόχρυσα καὶ διάλιθα ἐκκλησιαστικὰ καὶ σκεύη Ἑβραϊκά, ἅπερ ὁ Οὐεσπασιανοῦ Τῖτος ἐξ Ἱεροσολύμων ἀφείλετο, σὺν τούτοις λαβὼν τὴν Εὐδοξίαν τὴν βασιλίδα καὶ τὰ τέκνα αὐτῆς, εἰς Ἀφρικὴν ἀπέπλευσεν. ἕως ὧδε δευτέρα ἅλωσις Ῥώμης τῆς μεγάλης, πρώτη μὲν ὑπὸ Ἀλαρίχου, δευτέρα δὲ ὑπὸ Γιζερίχου. καὶ τὴν μὲν Εὐδοξίαν Ὁνορίχῳ τῷ πρωτοτόκῳ υἱῷ αὐτοῦ συνέζευξε· τὴν δὲ Πλακιδίαν ἄνδρα ἔχειν μαθὼν Ὀλύβριον τὸν πατρίκιον μετὰ τῆς μητρὸς ἐφύλαξεν Εὐδοξίας. μαθὼν δὲ τὸν Μαξίμου θάνατον Μαιωρῖνος ἐβασίλευσε Ῥώμης ἔτη βʹ, καὶ μετ' αὐτὸν Ἄβιτος ἔτη βʹ, καὶ μετὰ τοῦτον Σεβῆρος ἔτη γʹ. καὶ μετ' αὐτὸν οὐκέτι βασιλεὺς ἐν Ῥώμῃ, ἀλλὰ Ῥεκίμερες διῴκει τὰ πράγματα στρατηγῶν καὶ μεγάλην περικείμε νος δύναμιν. κατὰ δὲ τὴν ἑῴαν πάσης γαλήνης μετεῖχον ἅπαντα, ὡς χρυσοῦς τοὺς χρόνους τούτους λέγεσθαι. τότε καὶ Συμεὼν ὁ τῆς μάνδρας ἑστὼς ἐπὶ κίονος βίῳ καὶ λόγῳ καὶ θαύμασι διέ πρεπε. 1.607 Τῷ εʹ ἔτει λίθοι τρεῖς παμμεγέθεις ἐκ τοῦ οὐρανοῦ ἐν τῇ Θρᾴκῃ ἔπεσον. καὶ Εὐδοκία ἡ τοῦ Θεοδοσίου γυνὴ ἐν Ἱεροσολύμοις τελευτᾷ, πολλὰ καταλείψασα ταῖς ἐκκλησίαις, καὶ ἐν τῷ τε λευτᾶν αὐτὴν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατ' αὐτῆς κατηγορίᾳ ἕνεκεν Παυλίνου. Τῷ δὲ ζʹ ἔτει Μαρκιανὸς ὁ βασιλεὺς τελευτᾷ, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ τῶν ἁγίων ἀποστόλων. γυνὴ δὲ τού του Πουλχερία ὀνόματι μόνον· οὐ γὰρ συνεγένετο αὐτῇ. τὴν δὲ τῆς ἀρχιερωσύνης ἀρχὴν διεῖπεν Ἀνατόλιος, Ἀττικὸν διαδεξάμενος, κόσμου ἔτος #22ενʹ, τῆς θείας σαρκώσεως ἔτος υνʹ. Μετὰ δὲ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ μέγας, ὀρθόδοξος, ἔτη ιζʹ. ἦν δὲ κάτισχνος μὲν τὸ σῶμα, ὑπόσπανος τὴν γενειάδα, φρονήσει κεκοσμημένος, παιδείας καὶ μαθημάτων ἐκτός. τούτου γυνὴ Βηρίνη ἀδελφὴ Βασιλίσκου. Μακέλλης δὲ ἐλέγετο διὰ τὸ ἀποκτεῖναι Ἄσπαρα καὶ Ἀρδαβούριον ὡς Ἀρειανοὺς ὄντας· μάκελγὰρ Ῥωμαϊστὶ ὁ σφαγεὺς λέγεται. Ἄσπαρ δὲ ᾐτήσατο τὸν βασιλέα ἐγκαταστῆσαι τῇ πόλει ἔπαρχον ὁμόδοξον αὐτοῦ καὶ ὁμό φρονα, ὃ κατένευσε μὲν ὁ βασιλεὺς ποιῆσαι, μὴ βουλόμενος δὲ ἐννύχιον δεδήλωκέ τινι τῶν συγκλητικῶν παραγενέσθαι τάχιον. τοῦ δὲ παραγενομένου, ἔπαρχον αὐτὸν προεβάλετο. Ἄσπαρ δὲ τοῦτο ἰδὼν παρ' ἐλπίδα ἐκράτησε τοῦ ἱματίου τοῦ βασιλέως, καὶ φησὶ πρὸς αὐτόν "βασιλεῦ, τὸν ταύτην τὴν ἁλουργίδα περιβεβλη μένον οὐ χρὴ διαψεύδεσθαι." καὶ φησὶν ὁ βασιλεύς "ἀλλὰ μὴν 1.608 προσήκει τῷ βασιλεῖ μὴ ὑπείκειν τινὶ ἢ ὑποκεῖσθαι, καὶ μᾶλλον ὅταν τοῦ κοινοῦ ἀσύμφορον ᾖ."
Τῷ αʹ ἔτει τούτου σεισμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ ὡς σχεδὸν πᾶσαν τὴν πόλιν καταπεσεῖν. οὗτος ὁ βασιλεὺς Θρᾲξ ἦν τῷ γένει, τριβοῦνος τὴν ἀξίαν. ἐστέφθη δὲ ὑπὸ Ἀνατολίου πατριάρχου. Πασῶν δὲ τῶν τῆς οἰκουμένης ἐκκλησιῶν τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδεξαμένων, ὁ μιαρὸς Τιμόθεος ὁ ἐπίκλην Αἴλουρος τὴν