224
Ἀλεξανδρέων πόλιν ἐτάρασσε. μαγγανείᾳ γὰρ χρησάμενος νυκτὸς ἐν τοῖς κελλίοις τῶν μοναχῶν περιήρχετο, ἐπ' ὀνόματι καλῶν ἕκαστον, τῶν δὲ ἀποκρινομένων ἔλεγεν "ἐγὼ ἄγγελός εἰμι, καὶ ἀπεστάλην εἰπεῖν πᾶσιν ἀποστῆναι τῆς κοινωνίας Προτερίου καὶ τῶν ἐν Χαλκηδόνι, Τιμόθεον δὲ τὸν Αἴλουρον ἐπίσκοπον προ χειρίσασθαι Ἀλεξανδρείας." πλῆθος δὲ ἀτάκτων ἀνδρῶν ὠνη σάμενος τυραννικῶς τοῦ θρόνου Ἀλεξανδρείας ἐκράτησε· καὶ καθῃρημένος ὢν ὑπὸ δύο καθῃρημένων χειροτονεῖται, χειροτονίας τε ἐπισκόπων ἐποίει ἀχειροτόνητος ὤν, καὶ βαπτίσματα ἐπετέλει πρεσβύτερος μὴ ὤν, καὶ μετὰ λύττης τινὸς ἀσχέτου τὴν ἁγίαν τε τάρτην σύνοδον ὕβριζε. καὶ τὸν μακάριον Προτέριον διδόντα τόπον τῇ ὀργῇ τῷ μεγάλῳ σαββάτῳ κατασφάττει μεθ' ἑτέρων ἓξ τῶν σὺν αὐτῷ· καὶ κατὰ πᾶσαν τὴν πόλιν σύραντες τὸ σῶμα αὐ τοῦ πυρὶ κατέκαυσαν. τούτῳ τῷ ἔτει ἠνέχθη τὸ λείψανον τῆς ἁγίας μάρτυρος Ἀναστασίας ἀπὸ τοῦ Σιρμίου, καὶ κατετέθη ἐν τῷ ναῷ αὐτῆς ἐν τοῖς ∆ομνίνου ἐμβόλοις. 1.609 Τῷ βʹ ἔτει Λέων ὁ βασιλεὺς μαθὼν τὸν ἄδικον θάνατον Προτερίου καὶ τὴν Αἰλούρου ἄθεσμον προαγωγήν, πέμψας τοὺς κοινωνήσαντας τῷ Προτερίου θανάτῳ ἐγλωσσοτόμησε. Τιμοθέῳ δὲ τῷ ἀνιέρῳ οὐκ ἐπεξῆλθε, τὴν ἐπ' αὐτῷ κρίσιν ἐπισκόποις κα ταλιπών. τῷ δ' αὐτῷ ἔτει καὶ Ζήνων Ἀριάδνῃ μίγνυται πρὸς γάμον, τῇ Λέοντος θυγατρί. Τῷ γʹ ἔτει γράμματα πρὸς τοὺς ἑκάστης ἐπαρχίας ἐπισκό πους ἀπέστειλεν ὁ βασιλεύς, γράψαι αὐτῷ τὴν οἰκείαν γνώμην ἕκαστον, εἰ τοῖς ἐν Χαλκηδόνι ὁρισθεῖσιν ἀρέσκοιντο, καὶ περὶ τῆς τοῦ Αἰλούρου χειροτονίας τί λέγοιεν. ἐν οἷς καὶ τῷ ἁγίῳ Συμεῶνι τῷ στυλίτῃ καὶ ἄλλοις πατράσι θαυματουργοῖς καὶ ὁσίοις διαμαρτυρόμενος, ὡς τῷ θεῷ τῶν ὅλων παρέχειν τὴν κρίσιν τῶν ἀμφισβητουμένων ποιοῦντας. οἱ δὲ παμψηφὶ ὁμοφρόνως κυροῦσι μὲν τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον εἶναι, καὶ τὸν ὑπ' αὐτῆς ἐκτε θέντα ὅρον ἀποδέχονται, Τιμοθέου δὲ συμφώνως καταψηφίζονται ὡς φονέως καὶ αἱρετικοῦ· ὃν καὶ ἐξώρισεν ὁ βασιλεὺς εἰς Γάγ γραν. κἀκεῖ δὲ συναγωγὰς ἀρξάμενος ποιεῖν ἐξορίζεται ἐν Χερ σῶνι. Τιμόθεος δὲ ἄλλος ὁ ἐπίκλην Λευκὸς καὶ Σαλοφακίολος, ὀρθόδοξος καὶ ἀγαθὸς ἀνὴρ ὑπάρχων, ὑπὸ πάντων φιλούμενος χειροτονεῖται Ἀλεξανδρείας ἐπίσκοπος. Τῷ δʹ ἔτει ὁ τῆς μάνδρας στυλίτης μέγας Συμεὼν ἐκοιμή θη, πρῶτος καταδείξας τὴν τοιαύτην ἄσκησιν. Τῷ εʹ ἔτει γέγονεν ἐμπρησμὸς ἐν Κωνσταντινουπόλει, ἀρξά 1.610 μενος ἀπὸ τοῦ νεωρίου καὶ φθάσας ἕως τοῦ ἁγίου Θωμᾶ τῶν Ἀμάντων. Μαρκιανὸς δὲ ὁ οἰκονόμος τῆς μεγάλης ἐκκλησίας, τὸν ναὸν κτίσας τῆς ἁγίας ἀναστάσεως, ἔτι νέον ὄντα τοῦτον τοῦ ἐμπρησμοῦ διεσώσατο, ἀνελθὼν εἰς τὸ κεράμιον μετὰ εὐαγγελίου καὶ θυμιατοῦ, καὶ τὸν θεὸν δάκρυσιν ἐξιλεωσάμενος. σφόδρα γὰρ ἐκράτει ὁ ἐμπρησμὸς οὗτος· κατὰ μὲν γὰρ ἀνατολὰς ἀπὸ τοῦ νεωρίου ἐπεκτεινόμενος μέχρι τοῦ ἁγίου Ἰωάννου τοῦ πτωχοῦ πρὸς δύσιν, ἐπὶ δὲ μεσημβρίας ἐν τῇ μέσῃ τῆς πόλεως ἀπὸ τῶν Λαύ σου μέχρι τοῦ Ταύρου πάντα κατελυμήνατο. περιφανῆ δὲ καὶ τῶν ἄλλων διαφέροντα τὸ πῦρ κατανάλωσεν ἐν μὲν τῷ Κωνσταν τίνου φόρῳ οἶκον μέγιστον σενάτου καλούμενον, ἐκ χαλκῶν εἰκό νων καὶ πορφυρῶν λίθων διακεκοσμημένον, ἐν ᾧπερ καὶ οἱ λογά δες ἐβουλεύοντο καὶ ὁ βασιλεὺς εἰσῄει, ἡνίκα ὑπατικὴν ἔλαβε στο λήν, καὶ τὸ νυμφαῖον τὸ τοῦδε τοῦ οἴκου κείμενον ἀντικρύ, ἐν ᾧπερ οἱ γάμοι ἐγίνοντο τῶν οὐκ ἐχόντων οἴκους· ἐν δὲ τῷ ταύρῳ οἶκον καὶ αὐτὸν τοῖς λογάσι καὶ τῷ βασιλεῖ ἐπιτήδειον, τοῖς μὲν εἰς τὸ συνιέναι καὶ περὶ τῶν πρακτέων διασκοπεῖν, τῷ δὲ ἐν τῇ ὑπάτῳ προκαθημένῳ βουλῇ, ἐν δυοκαίδεκα ποικίλοις κίοσιν ἐκ Τρωϊκῆς λίθου, πέντε καὶ εἴκοσι ποδῶν ἔχουσιν ὕψος, φέρουσι δὲ τὴν στέγην ἔκ τε νοτίου καὶ βορείου πλευροῦ σὺν τοῖς παρ' ἑκά τερα κατὰ τὸ ἀνατολικὸν καὶ δυτικὸν ψαλίσιν, οὗ τὸ μὲν μῆκος σμʹ ποδῶν τὸ δὲ πλάτος πδʹ ἦν· καὶ τῶν ἱερῶν δὲ οἶκοι μέγιστοι δύο, διακεκοσμημένοι παντοίοις λίθοις, ὧν ὁ μὲν τοῦ τετραπύλου 1.611 οὐ πόρρω ἐτύγχανεν ὤν, ὁ δὲ τῇ τοῦ ταύρου