225
ἐνέκειτο ἀγορᾷ. καὶ ἄλλα πολλὰ κατελυμήνατο τὸ πῦρ, οἷον στοὰς ἐμβόλων, ἀγορὰς καὶ οἰκήσεις ἀπὸ θαλάσσης ἕως θαλάσσης, ἄχρι τοῦ ναοῦ τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου. Τῷ ʹ ἔτει ζωγράφου τινὸς τὸν σωτῆρα γράψαι τολμήσαν τος καθ' ὁμοιότητα τοῦ ∆ιὸς ἐξηράνθη ἡ χείρ· ὃν ἐξαγορεύσαντα δι' εὐχῆς ἰάσατο Γεννάδιος. φασὶ δέ τινες τῶν ἱστορικῶν ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον σχῆμα ἐπὶ τοῦ σωτῆρος οἰκειότερόν ἐστιν. οὗτος ὁ Γεννάδιος τῇ νυκτὶ ἐν τῷ θυσιαστηρίῳ εἶδε φάντασμα δαιμονίου, ᾧ καὶ ἐπιτιμήσας ἤκουσεν αὐτοῦ κράζοντος ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσι, μετὰ δὲ θάνατον αὐτοῦ κρατήσει πάντως τῆς ἐκκλησίας. οὗτος ὁ Γεννάδιος κληρικῷ τῆς ἐκκλησίας τοῦ ἁγίου Ἐλευθερίου ἀτάκτῳ ὄντι πολλάκις ἐνουθέτει. ἐπεὶ δὲ αὐτὸν κάμψαι οὐκ ἴσχυσε, δηλοῖ τῷ ἁγίῳ Ἐλευθερίῳ, ἐν τῷ ναῷ εἰπὼν διά τινος τῶν ὑπηρετουμένων αὐτῷ "ἅγιε μάρτυρ Ἐλευθέριε, ἢ διόρθωσαι τὸν κληρικόν σου ἢ ἔκκοψον αὐτόν." καὶ εὐθὺς ἐτε λεύτησεν ὁ κληρικός. τῷ δ' αὐτῷ ἔτει Στούδιος τὸν ναὸν ἔκτισε τοῦ ἁγίου Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ μοναχοὺς ἐκ τῆς μονῆς τῶν ἀκοιμήτων ἐν αὐτῷ κατέστησε. Τῷ ζʹ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα τὸν γαμβρὸν αὐτοῦ στρατηγὸν τῆς ἑῴας ἁπάσης πεποίηκε. Πέτρος δὲ Κναφεὺς ἀκο λουθῶν Ζήνωνι, πρεσβύτερος ὢν τοῦ ἐν Χαλκηδόνι ναοῦ Βάσ σης τῆς μάρτυρος καὶ τὰ τοῦ Ἀπολιναρίου φρονῶν, μυρίους θο ρύβους ἤγειρε κατὰ τῆς πίστεως, καὶ ἀναθεματίζει τοὺς μὴ λέ 1.612 γοντας τὸν θεὸν σταυρωθῆναι. καὶ σχίσας τὸν λαὸν Ἀντιοχείας προστίθησιν ἐν τῷ τρισαγίῳ ὕμνῳ τό ὁ σταυρωθεὶς δι' ἡμᾶς, ὅπερ ἕως σήμερον παρὰ τοῖς θεοπασχίταις ἐκράτησε. Μαρτυρίου δὲ τοῦ Ἀντιοχείας τῷ θρόνῳ ἀποταξαμένου, καὶ λέγοντος "κλήρῳ ἀνυποτάκτῳ καὶ λαῷ ἀπειθεῖ καὶ ἐκκλησίᾳ ῥερυπωμένῃ ἀποτάσσο μαι, φυλάττων ἐμαυτῷ τὸ τῆς ἱερωσύνης ἀξίωμα," Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ ἐπιπηδᾷ. τὴν δὲ κατ' αὐτοῦ ἐξορίαν ἀκού σας φεύγει, καὶ Ἰουλιανὸς ἐπίσκοπος Ἀντιοχείας προχειρίζεται. τῷ αὐτῷ ἔτει ὁ ὅσιος Γεράσιμος ἐν ταῖς τοῦ Ἰορδάνου ὄχθαις ἀρεταῖς καὶ τέρασι περιβόητος ἐγένετο. καὶ ἄφιξις τοῦ ἀναχωρη τοῦ Κυριακοῦ ἐν Ἱεροσολύμοις, ὃς ἔζησεν ἔτη ρζʹ.
Tῷ δ' αὐτῷ ἔτει μετετέθη ὁ προφήτης Ἐλισσαῖος ἐν Ἀλεξανδρείᾳ, ἐν τῇ μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰάσατο καὶ λεπρὸν ἐποίησε καὶ εἰς τοῦ λεπροῦ ἐτέθη. Τῷ ηʹ ἔτει ∆ανιὴλ ὁ στυλίτης ἐν τῷ Ἀνάπλῳ τῷ στύλῳ ἐπέβη, καὶ Ἄνθιμος καὶ Τιμοκλῆς οἱ τῶν τροπαρίων ποιηταὶ ἐγνωρίζοντο. Τῷ θʹ ἔτει σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ νεφέλη ὥσπερ σάλπιγγος ἐκτύπωμα ἔχουσα, ἐπὶ ἡμέρας τεσσαράκοντα, καθ' ἑσπέραν. Τῷ ιʹ ἔτει Ἰσοκάσιος ὁ κοιαίστωρ Ἀντιοχείας, ὁ καὶ φιλόσοφος, διεβλήθη τῷ βασιλεῖ ὡς Ἕλλην· καὶ ἐκέλευσεν ἐξετασθῆ 1.613 ναι αὐτὸν παρὰ τῷ ἐπάρχῳ Κωνσταντινουπόλεως. ἀχθέντος δὲ αὐτοῦ δεδεμένου ὀπισθάγκωνα ἔφη πρὸς αὐτὸν Ποσαῖος ὁ ἔπαρ χος "ὁρᾷς, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;" ὁ δὲ εἶπεν "ὁρῶ, καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέ πεσον συμφοραῖς. ἀλλὰ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." ταῦτα ἀκούσας ὁ δῆμος εὐφήμησε τὸν βασιλέα· καὶ μαθὼν ὁ βα σιλεὺς ἐχάρη, καὶ ἀπέλυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν. Τῷ ιβʹ ἔτει Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου τοῦ τῶν Ἄφρων κρατοῦντος καὶ πολλὰ τῶν Ῥωμαίων μετὰ θάνατον Μαρκιανοῦ ληϊσαμένου στόλον μέγαν ἐξαπέστειλε, #22αριγʹ πλοῖα συναθροίσας, ἔχοντος ἑκάστου ἀνὰ ἄνδρας ἑκατόν. ἐν οἷς κατεκενώθη χρυσίου ρʹρʹξεʹ καὶ ἀργύρου ρʹρʹοʹ, παρὲξ τῶν ἐκ τοῦ ταμιείου καὶ τῶν τῆς ἑσπερίας Ῥώμης διδομένων. καὶ ὁ τοσοῦτος στόλος ἄπρακτος διὰ τὴν τοῦ στρατηγοῦντος κακοβου λίαν ὑπέστρεψεν, οὐδὲ τοὺς ἡμίσεις τῶν στρατιωτῶν σώους δια φυλάξας· ἔδειξε γὰρ τὴν γνώμην ἀληθῆ τοῦ εἰπόντος ὅτι κρεῖσσόν ἐστι στρατόπεδον ἐλάφων ἡγουμένου λέοντος ἢ στρατόπεδον λεόν των ἡγουμένου ἐλάφου. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ Ἄσπαρος υἱὸς πατρίκιος ὢν Καῖσαρ παρὰ τοῦ Λέοντος γίνεται, καὶ ἐν Ἀλεξαν δρείᾳ πέμπεται διὰ τὸ ἑλκύσαι τὸν Ἄσπαρα ἐκ