226
τῆς Ἀρειανικῆς δόξης καὶ εὐνοεῖν ποιῆσαι τῷ βασιλεῖ. Τῷ ιεʹ ἔτει ὁ ὅσιος Εὐθύμιος ἐν Χριστῷ ἐκοιμήθη, ζήσας ἔτη ζʹ. 1.614 Τῷ ιʹ καὶ ιζʹ ἔτει τὰ τοῦ Γιζερίχου πολέμου ἄλλο ἐπ' ἄλλῳ συνέβαινε.
Τῷ ιζʹ Λέων ὁ βασιλεὺς Λέοντα τὸν Ζήνωνος υἱὸν καὶ Ἀριάδνης τῆς ἰδίας θυγατρός, ἑαυτοῦ δὲ ἔγγονον, στέψας βασι λέα ἀνηγόρευσε. τότε καὶ ἡ ἐσθὴς τῆς ὑπεραγίας θεοτόκου ἐξ Ἱεροσολύμων ἤχθη, εὑρεθεῖσα παρά τινι εὐλαβεστάτῃ γυναικὶ Ἑβραίῳ παρθένῳ. καὶ τὰ λείψανα τῆς ἁγίας Ἀναστασίας ἀπὸ Νικομηδείας ἀνεκομίσθη, καὶ ἐτέθη ἐν τῷ ναῷ αὐτῆς. ἐν τούτῳ τῷ καιρῷ Ῥωμύλος τις ἐπίκλην Αὐγουστάλιος αὐτοκράτωρ τῆς ἐν Ἰταλίᾳ βασιλείας καθίσταται, μετὰ χίλια ὀγδοήκοντα ἔτη Ῥωμύλου βασιλέως τοῦ τὴν Ῥώμην κτίσαντος. σημειωτέον δὲ ὡς ἀπὸ Ῥωμύλου ἡ τῆς ἑσπέρας ἀκμάσασα βασιλεία πάλιν ὑπὸ Ῥωμύλου ἐπὶ τοσούτους ἐπαύσατο χρόνους. Ἀναγορευθέντος τοίνυν τοῦ μικροῦ Λέοντος, ἱππικοῦ ἀγο μένου ὥρᾳ ʹ τῆς ἡμέρας σκότος βαθὺ ἐκάλυψε τὴν πόλιν, ἀθρόον δὲ ἐν εἴδει νιφετοῦ ὕσθη κόνις, πεπυρακτωμένων τῶν νεφῶν προ φανέντων, ὡς νομίζειν πάντας ὅτι πῦρ βρέχει· καὶ ἐπὶ παλαιστὴν ἐτέθη ἡ κόνις. τοῦ δὲ βασιλέως Λέοντος ῥευματισμὸν γαστρὸς ὑποστάντος καὶ δεινοῖς κέντροις τὰ ἔνδον ἐλαυνομένου, ἤλεγξε τὸ πάθος τὴν ἰατρικὴν τέχνην ἐν κινδύνοις ἄπρακτον ὑπάρχειν. καθεζομένου γὰρ αὐτοῦ ἐπὶ τῆς ἀμίδος, κἄν τε ὄπισθεν αὐτοῦ ἦν τὸ ἐκ τοῦ πυρὸς φῶς κἄν τε ἔμπροσθεν, διὰ τῆς γαστρὸς καὶ τοῦ νώτου ἐφαίνετο. καὶ ἐπὶ τοσοῦτον κατισχνωθεὶς ἐτελεύτησε, καὶ 1.615 ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν λάρνακι πρασίνῳ ἐν τῷ ἡρῴῳ τοῦ μεγά λου Κωνσταντίνου. γυνὴ δὲ τούτου Βηρίνη ἀδελφὴ Βασιλίσκου, ὃς τοῦ κατὰ Γιζερίχου σταλέντος μεγάλου στόλου ἐξῆρχε. Λέων ὁ Ζήνωνος υἱὸς καὶ Ἀριάδνης, νήπιος ἔτι ὤν, βασι λεὺς προχειρίζεται παρὰ τοῦ πάππου αὐτοῦ μεγάλου Λέοντος· ὃς ἐβασίλευσεν ἔτος ἕν, καὶ στέψας τὸν ἴδιον πατέρα Ζήνωνα, Βηρί νης καὶ Ἀριάδνης συναραμένων αὐτῷ, ἐτελεύτησε. Ζήνων Ῥωμαίων βασιλεὺς ἔτη κζʹ μῆνας δʹ, αἱρετικὸς τῆς συγχυτικῆς αἱρέσεως τῶν ἀκεφάλων. ἐπὶ τούτου ἐκτίσθη τὸ Ἀμμώριον. τούτου τῷ πρώτῳ ἔτει ἐν προοιμίοις Μεσοποταμίαν μὲν Σαρακηνοὶ Θρᾴκην δὲ κατέδραμον Οὗννοι, σφόδρα τοῖς πρά γμασι κακῶς λυμαινομένου τοῦ βασιλέως, καὶ ἡδοναῖς ἀτόποις καὶ πράγμασι σχολάζοντος. ἦν γὰρ ὁ Ζήνων τῆς κακίστης καὶ εἰδεχθοῦς γενεᾶς τῶν Ἰσαύρων, δασύς τε καὶ εἰδεχθέστατος, ὥσπερ Ἕλληνες ζωγραφοῦσι τὸν Πᾶνα τραγοσκελῆ καὶ δασύκνη μον, τὴν χροιὰν μέλας, τὴν ἡλικίαν ἀσύμβλητος, ὀργίλος, μνη σίκακος καὶ φθόνου μεστός. γυνὴ δὲ τούτου Ἀριάδνη. Βασι λίσκος δὲ ὁ Βηρίνης ἀδελφός, ἐν Ἡρακλείᾳ διατρίβων τῆς Θρᾴ κης, ἐστασίασε κατὰ Ζήνωνος· ὃν φοβηθεὶς ὁ Ζήνων σὺν Ἀρι άδνῃ τῇ ἰδίᾳ γυναικὶ καὶ χρήμασιν ἱκανοῖς φεύγει εἰς Ἰσαυρίαν κατά τι φρούριον ὀχυρὸν Οὔβαρα καλούμενον. Βασιλίσκος δὲ ἐν τῷ κάμπῳ ἀνηγορεύθη βασιλεύς, Μάρκον τε τὸν υἱὸν Καίσαρα 1.616 ἐποίησε, καὶ Ζηνωδίαν τὴν ἑαυτοῦ γαμετὴν Αὐγοῦσταν ἔστεψε, καὶ εὐθέως κατὰ τῆς πίστεως παρετάξατο. τούτου δὲ ἀναγορευ θέντος ὁ συμβὰς ἐμπρησμὸς κατὰ τὴν πόλιν τὸ ἀνθηρότατον μέ ρος διέφθειρεν· ἐν γὰρ τῷ μέσῳ τῶν Χαλκοπρατίων ἀρξάμενος αὐτάς τε ἀνάλωσεν ἄμφω τὰς στοὰς καὶ τὰ προσεχῆ πάντα, τήν τε καλουμένην βασιλικήν, ἐν ᾗ ἀπέκειτο βιβλιοθήκη ἔχουσα βί βλους μυριάδας δώδεκα, μεθ' ὧν βιβλίων καὶ τὸ τοῦ δράκοντος ἕτερον ποδῶν ἑκατὸν εἴκοσιν, ἐν ᾧ ἦν γεγραμμένα τὰ τοῦ Ὁμήρου ποιήματα, ἥ τε Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, χρυσέοις γράμμασι, μετὰ καὶ τῆς ἱστορίας τῆς τῶν ἡρώων πράξεως. συνέφθειρε δὲ καὶ τῆς μέσης τῶν παλατίων ἑκατέρωθεν στοᾶς καὶ τῶν Λαύσου τὰ κάλ λιστα ἀναθήματα· πολλὰ γὰρ τῶν ἀρχαίων ἀγαλμάτων αὐτόθι ἐνίδρυτο, τῆς Ἀφροδίτης τῆς ἐν Κνίδῳ τὸ περιβόητον, καὶ τὸ τῆς Σαμίας Ἥρας, καὶ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἐξ ἄλλης ὕλης, ἣν Ἄμσις ὁ τῶν Αἰγυπτίων βασιλεὺς τῷ σοφῷ Κλεοβούλῳ ἀπέστειλε,