227
καὶ ἄλλα μυρία. ἐπέδραμε δὲ τὸ πῦρ καὶ μέχρι τοῦ καλουμένου φόρου τοῦ μεγάλου Κωνσταντίνου. διά τοι ταῦτα μισεῖσθαι τὸν Βασιλί σκον συνέβη παρὰ πάσης τῆς πόλεως, ἐμπρησμὸν ἀποκαλούντων αὐτὸν καὶ τῆς βασιλείας ἀφανισμόν· ὁ γὰρ βασιλίσκος τὸ θηρίον καὶ ὁ ἐμπρησμὸς ἰσόψηφα τυγχάνουσι. γράφει τοίνυν ἡ σύγκλητος πρὸς Ζήνωνα, καὶ προσλαβὼν ἐκεῖνος Ἰλλόν τε καὶ τοὺς Ἰσαύρους καὶ Λυκάονας καὶ ἄλλους ὅσοι πρὸς τὰς καινοτομίας ἐπτόηνται, ἐπάν εισιν ἐπὶ τὸ Βυζάντιον μετὰ χειρὸς βασιλικῆς, καὶ πάλιν τῆς τυραννίδος ἐπιλαμβάνεται (οὐ γὰρ λέγω βασιλείας), καὶ τὸν Βα 1.617 σιλίσκον ἐξαγαγὼν τῆς ἐκκλησίας ᾗ πρὸ τούτου προσπέφευγε, μετὰ μυρίους ὅρκους φρικωδεστάτους ἐξορίζει ἐν Κουκουσῷ τῆς Καπ παδοκίας, ἀποκλείσας δὲ εἰς ἕνα πύργον σὺν γυναικὶ καὶ τέκνοις λιμῷ διαφθείρει. Τιμόθεόν τε τὸν Αἴλουρον ἀνεκαλέσατο, καὶ Πέτρον τὸν Κναφέα κρυπτόμενον ἐν τῇ μονῇ τῶν ἀκοιμήτων, καὶ ὅσοι ἄλλοι ἐχθροὶ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἐπαρρησιά ζοντο κατὰ τῆς ἀληθείας. ὁ δὲ Αἴλουρος συναγαγὼν ἀτάκτους Ἀλεξανδρεῖς ἐνδημοῦντας τῷ Βυζαντίῳ, ἐκ τοῦ παλατίου πρὸς τὴν ἐκκλησίαν ἦλθεν ἐποχούμενος ὄνον, καὶ τὴν Ὀκτάγωνον κατα λαβὼν πτωθεὶς συνετρίβη τὸν πόδα, καὶ μετ' αἰσχύνης ἀντέ στρεψε. τοῦτον ὁ Βασιλίσκος ἔτι ὢν μετὰ τύπων εἰς Ἀλεξάν δρειαν κατὰ τῆς συνόδου ἐξέπεμψεν. ὃν ἰδόντες εἰσερχόμενον ἐν Ἀλεξανδρείᾳ οἱ σπουδασταὶ ἠρώτων "ἐψώμισας τοὺς ἐχθρούς σου, πάπα;" ὁ δέ "ναὶ οὕτως ἐψώμισα" ἀπεκρίθη. καὶ Πέ τρον δὲ τὸν Κναφέα εἰς Ἀντιόχειαν, καὶ ἀμφοτέρους κατὰ τῆς ἀληθείας ἀπέστειλεν ἐνισχύσας. ὁ δὲ Σαλοφακίολος Τιμόθεος ἐπίσκοπος Ἀλεξανδρείας τοῦτο ἀκούσας ὑπεχώρησεν ἐν τοῖς μο ναστηρίοις τοῦ Κανώπου, ὧν ἐγεγόνει καὶ τῆς ἀσκήσεως. Πέτρος δὲ ὁ Κναφεὺς καταλαβὼν τὸν θρόνον εἰς ἀναθέματα καὶ ταραχὰς ἐξώρμησεν. ὅθεν φόνοι καὶ ταραχαὶ διὰ τὴν προσθήκην τοῦ τρισαγίου γεγόνασιν· αὐτὸς γὰρ προστέθεικε τὸ ὁ σταυρωθεὶς δι' ἡμᾶς. Βασιλίσκος δὲ τύπῳ γενικῷ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλεν, Ἀκάκιον τὸν Κωνσταντινουπόλεως κελεύσας τὸ αὐτὸ 1.618 ποιεῖν. ἀλλ' ἡ πόλις ἅπασα σὺν γυναιξὶ καὶ τέκνοις εἰς τὴν ἐκ κλησίαν κατὰ Βασιλίσκου ἐλθόντες τοῦτον ἐκώλυσαν. Ἀκάκιος δὲ μελανειμονήσας τὸν θρόνον καὶ τὸ θυσιαστήριον κατέλιπε. καὶ ∆ανιὴλ δὲ ὁ μέγας δι' ἔνθεον ζῆλον ἀποβὰς τοῦ στύλου Ἀκακίῳ τε καὶ τῷ λαῷ συνεκκλησίαζε. Τῷ γʹ ἔτει Πέτρον τὸν Κναφέα διὰ τὸ συνδραμεῖν Βασιλί σκῳ ψήφῳ τῆς ἀνατολικῆς συνόδου καθαιρεῖ Ζήνων καὶ εἰς Πι τυοὺς ἐξορίζει. ὁ δὲ λαθὼν προσφεύγει τῷ ἁγίῳ Θεοδώρῳ ἐν Εὐχαΐταις. Τιμόθεος δὲ ὁ Αἴλουρος ἐν τούτοις θνήσκει. ἀντ' αὐτοῦ δὲ Πέτρος ὁ Μογγὸς εἰσάγεται, ἀνὴρ κακοῦργος καὶ τῆς ἀληθείας ἐχθρός, ὃς προκαθῃρημένος ἤδη χειροτονεῖται ὑπὸ ἑνὸς ἐπισκόπου, καὶ τούτου καθῃρημένου. τούτῳ κατὰ θεοῦ ζῆλον ἐπελθόντες οἱ μοναχοί, λʹ μόνας ἡμέρας λῃστρικῶς κρατήσαντι, τῆς ἐπισκοπῆς ἀπελαύνουσι, καὶ Τιμόθεον πάλιν τὸν Σαλοφακίο λον ἀποκαθιστῶσιν ἀξίως τῷ θρόνῳ.
Τῷ δʹ ἔτει ἐγένετο σεισμὸς φοβερὸς ἐν Κωνσταντινουπόλει, μηνὶ Σεπτεμβρίῳ κεʹ, καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ καὶ οἰκίαι καὶ ἔμβολοι ἕως ἐδάφους, κατεχώσθη δὲ πλῆθος ἀνθρώπων ἀνα ρίθμητον. ἔπεσε δὲ καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ φόρου, καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου ἡ εἰς τὸν κίονα τοῦ Ταύρου, καὶ τὰ ἔσω τείχη περὶ διάστημα ἱκανόν. καὶ ἐκράτει ὁ σεισμὸς χρόνον πολύν, ὥστε τὴν πόλιν ἐποζέσαι. τούτῳ τῷ χρόνῳ τὸ τοῦ ἁγίου ἀποστόλου Βαρνάβα λείψανον εὑρέθη ἐν Κύπρῳ, ὑπὸ δέν 1.619 δρον κερασέαν ἱστάμενον, ἔχον ἐπὶ τοῦ στήθους τὸ κατὰ Ματ θαῖον εὐαγγέλιον ἰδιόγραφον αὐτοῦ τοῦ ἀποστόλου Βαρνάβα. ἐξ ἧς προφάσεως ἔκτοτε γέγονε μητρόπολις ἡ Κύπρος, καὶ τοῦ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν ἀλλ' ὑπὸ Κωνσταντινούπολιν. τὸ δὲ τοιοῦ τον εὐαγγέλιον Ζήνων ἀπέθετο ἐν τῷ παλατίῳ, ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου ἐν τῇ ∆άφνῃ. Τῷ ιβʹ ἔτει Φῆλιξ ἐν τῷ ναῷ τῶν ἁγίων