228
ἀποστόλων Πέτρου καὶ Παύλου σύνοδον ποιήσας δύο ἐπισκόπους καὶ ἔκδικον ἔπεμψεν ἐν Κωνσταντινουπόλει, γράψας Ζήνωνι καὶ Ἀκακίῳ ἐκβαλεῖν Πέτρον τὸν Μογγὸν ὡς αἱρετικὸν τῆς Ἀλεξανδρείας. Τῷ ιγʹ ἔτει, τῶν ἀπὸ Ῥώμης κρατηθέντων ἐν Ἀβύδῳ γνώμῃ Ζήνωνος καὶ Ἀκακίου καὶ τῶν γραμμάτων ἀφαιρεθέντων καὶ ἐν φρουρᾷ βληθέντων, ἠπείλησε Ζήνων τούτους ἀνελεῖν, εἰ μὴ κοινωνήσουσιν Ἀκακίῳ καὶ Πέτρῳ τῷ Μογγῷ. Τῷ ιεʹ ἔτει Ζήνων τῇ βουλῇ Ἀκακίου τοὺς κατὰ τὴν ἑῴαν ἐπισκόπους ἐβιάζετο ὑπογράψαι τῷ ἑνωτικῷ, ὅπερ αὐτὸς Ἀκά κιος ἐποίησεν ἐξ ἰδίας καρδίας συντάξας, καὶ κοινωνῆσαι Πέτρῳ τῷ Μογγῷ. τοὺς δὲ τῆς Ῥώμης ἀποκρισιαρίους παρέπεισε χρή μασι κοινωνῆσαι Ἀκακίῳ παρὰ τὰ ἐνταλθέντα αὐτοῖς. τοῦτο μαθὼν ὁ Φῆλιξ καθῆρε τούτους, γράψας καὶ Ἀκακίῳ καθαίρε σιν· ἥνπερ δεξάμενος Ἀκάκιος ἀναισθήτως περὶ αὐτὴν εἶχε, καὶ τὸ ὄνομα Φήλικος ἐξῆρε τῶν διπτύχων. Τῷ ιʹ ἔτει Πέτρος ὁ Μογγὸς ἐν Ἀλεξανδρείᾳ ἀπέθανε, 1.620 καὶ Ἀθανάσιος ἀντ' αὐτοῦ ἐχειροτονήθη ὁ ἐπίκλην Κηλήτης. Ζήνων δὲ ὁ βασιλεὺς ἀνεθεὶς τῶν τυράννων ἐξέβαλε τῆς ἐκκλησίας Ἀντιοχείας Καλανδίωνα καὶ ἐξώρισεν εἰς Ὄασιν, Πέτρον δὲ τὸν Κναφέα κατέστησεν ἐν αὐτῇ, ὃς ἐλθὼν εἰς Ἀντιόχειαν πολλὰ κακὰ ἐποίησεν, ἀναθεματισμούς τε πάλιν τῆς συνόδου καὶ ἐκβο λὰς ἐπισκόπων ἀνεπιλήπτων ἀντεισαγωγάς τε καὶ χειροτονίας ἀθέ σμους καὶ τὰ τούτοις ὅμοια. πρότερον δὲ προσέθηκε τῷ τρισα γίῳ "Χριστὲ βασιλεῦ ὁ σταυρωθεὶς δι' ἡμᾶς." ὕστερον δὲ ἐλθὼν περιεῖλε τὸ Χριστὲ βασιλεῦ. Ξεναΐας δὲ ὁ δοῦλος τοῦ Σατανᾶ τὴν δεσποτικὴν εἰκόνα καὶ τῶν ἁγίων ἐδίδασκε μὴ δέχεσθαι. Πέρ σης γὰρ ἦν τῷ γένει, δοῦλος δὲ τὴν τύχην. ἀποφυγὼν δὲ τοῦ ἰδίου δεσπότου ἐπὶ Καλανδίωνος τὰς περὶ Ἀντιόχειαν κώμας ἀνε στάτου ἀπὸ τῆς πίστεως. ἀβάπτιστος δὲ ὢν κληρικὸν ἑαυτὸν εἶναι ἔλεγε. τοῦτον Καλανδίων ἀπήλασε, Πέτρος δὲ ὁ Κναφεὺς ἐπί σκοπον Ἱεραπόλεως χειροτονήσας μετωνόμασε Φιλόξενον. μαθὼν δὲ ὕστερον ἀβάπτιστον εἶναι, ἀρκεῖν αὐτῷ τὴν χειροτονίαν ἀντὶ βαπτίσματος ἔφησεν. Εὐθύμιος δὲ ὁ ὀρθοδοξότατος Ἀναστά σιον τὸν σιλεντιάριον, τὸν κακῶς μετὰ ταῦτα βασιλεύσαντα, τῆς ἐκκλησίας ἐδίωκεν ὡς αἱρετικὸν καὶ ὁμόφρονα Εὐτυχοῦς. Τῷ ιζʹ ἔτει Ζήνων ἤρετο Μαριανὸν τὸν σοφώτατον κόμητα· ἦν γὰρ μυστικά τινα εἰδώς, ἃ καὶ προέλεγεν αὐτῷ. φησὶ γάρ "τίς μετ' ἐμὲ βασιλεύσει;" ὁ δὲ εἶπεν ὅτι καὶ τὴν βασιλείαν σου 1.621 καὶ τὴν γυναῖκά σου διαδέξεταί τις ἀπὸ σιλεντιαρίων, ἐμὲ δὲ ἀδί κως ἀποκτενεῖς. καὶ ἀμφότερα ἐν καιροῖς τοῖς ἰδίοις γεγόνασι. τῷ δ' αὐτῷ ἔτει καὶ Πέτρος ὁ Κναφεὺς τέθνηκε, καὶ ἀντ' αὐτοῦ Παλλάδιος, πρεσβύτερος τῆς ἐν Σελευκίᾳ ἐκκλησίας τῆς ἁγίας πρωτομάρτυρος Θέκλης, προεβλήθη ἐπίσκοπος Ἀντιοχείας. συνεψηφίσθη δὲ τούτῳ καὶ Ἰωάννης ὁ Κωνσταντίνου καὶ Ἀναστάσιος ὁ κακῶς βασιλεύσας σιλεντιάριος.
Ὁ μέντοι Ζήνων ἐπαρθεὶς ὑψηλοφροσύνῃ πρὸς δημεύσεις καὶ φόνους ἀδίκους χωρεῖ, καὶ πάντα ἄνθρωπον αἰτιώμενος διὰ τῆς οἱασοῦν αἰτίας ἀνῄρει. τὸ δ' ἀληθὲς εἰπεῖν, ὑπὸ μελαγχο λίας καὶ δαιμονίῳ κρατούμενος ἀνεῖλεν οἰκτρῶς καὶ ἀπανθρώπως Ἴλλον τὸν μάγιστρον, δι' οὗ καὶ τὴν ζωὴν σχεδὸν ἔσχε καὶ τῆς βασιλείας ἐκράτησεν. ἀναιρεῖ δὲ καὶ τὸν θαυμαστὸν καὶ περὶ ποίησιν ἐπῶν ἀξιόλογον ἄνδρα Πελάγιον τὸν πατρίκιον, ἐλευθε ροστομεῖν εἰδότα, ὡς φρόνιμον καὶ δίκαιον καὶ φανερῶς ἐλέγχοντα τὰς ἀθεμίτους Ζήνωνος πράξεις· ὃς ἐν τῷ μέλλειν ἀδίκως τελευ τᾶν τοιάσδε φωνὰς ἠφίει πρὸς τὸν τῶν ὅλων θεόν, εἰς οὐρανὸν τὰς χεῖρας ἀναπετάσας, "αἲ θεὲ δικαιότατε, ἐμοὶ μὲν ἐπάγεται βίαιος θάνατος, διότι τὰς πολλὰς βίας Ζήνωνος ἐλευθεροστομῶν ἀνέστελλον, καὶ ὅτι τὸν ἠλίθιον ἀδελφὸν αὐτοῦ οὐ συνεχώρουν βασιλέα γενέσθαι· σὺ δέ, δέσποτα παντοδύναμε, ᾧ μέλει τὰ τοῦ δικαίου, θᾶττον αὐτοῖς τῆς μιαιφονίας ἀπαιτήσεις τὰς εὐθύνας." τούτου φέρεται ἱστορία δι' ἐπῶν γεγραμμένη ἀπὸ Αὐγούστου 1.622