229
Καίσαρος. τούτου πόνημα καὶ τὰ καλούμενα Ὁμηρόκεντρα καὶ ἄλλα μυρία θαύματος ἄξια. τὰ ὅμοια δὲ πέπονθε καὶ Ζώσιμος ὁ Γαζαῖος ῥήτωρ καὶ Ἀρκάδιος ὁ ἔπαρχος καὶ ἄλλοι τῶν ἐπισή μων. τοιούτου γὰρ καὶ τοσούτου γεγονότος τοῦ Ζήνωνος ἔν τε φόνοις καὶ ἀθεμίτοις πράξεσιν, οὐκ ἠμέλησε τὸ θεῖον εἰς τὴν τού του ἀναίρεσιν, ἀλλὰ σφοδραῖς καὶ ἀδιαγνώστοις ὀδύναις πᾶν τὸ σῶμα περιβαλὸν βιαίως τοῦ ζῆν ἀπεστέρησε. λόγος δὲ ἐφέρετο ὅτι ἔκ τινος θείας δυνάμεως ἐκαρατομήθη ἀοράτως, μόνης τῆς δέρεως τῷ τραχήλῳ συνημμένης. τῆς οὖν γαμετῆς αὐτοῦ καὶ τῶν θαλαμηπόλων τῆς οἰκείας ἀσφαλείας προνοουμένων, εἴασαν τὸν νεκρὸν κείμενον γυμνὸν ἐπὶ σανίδος, καὶ μόλις ἀμφὶ τὸν ὄρ θρον τῶν οὐ προσηκόντων τις ἔρριψεν αὐτῷ σινδόνα. μετὰ δὲ τὸ κατατεθῆναι αὐτὸν ἐν τῷ τάφῳ ἔφασαν οἱ σωματοφύλακες οἱ ἐν τῷ τάφῳ τεταγμένοι γοερὰν φωνὴν ἐπὶ δύο νύκτας ἀποδίδο σθαι ἐκ τοῦ μνήματος αὐτοῦ "ἐλεήσατε, ἐλεήσατε, καὶ ἀνοίξατέ μοι." τῶν δὲ εἰπόντων ὅτι ἄλλος βασιλεύει, ἔφη "οὐδέν μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με." τῶν δὲ μὴ ἀνοιξάντων, λέγεται μετά τινα χρόνον τὸ μνημεῖον ἀνοιγῆναι, καὶ εὑρεθῆναι αὐτὸν ὑπὸ πείνης φαγόντα τοὺς βραχίονας αὐτοῦ καὶ τὰ καλίγια ἃ ἐφόρει, διὰ τὸ συχνῶς τῷ κατόχῳ νοσήματι κρατεῖσθαι, καὶ προφιλιωθῆναι ἔτι ζῶντος αὐτοῦ τὴν Ἀριάδνην τῷ Ἀναστασίῳ, ὅθεν καὶ οἱ φύλακες τῶν βασιλικῶν μνημάτων τῇ παραγγελίᾳ αὐ τῆς πρὸς τὸ μὴ ἀνοιγῆναι τὸν Ζήνωνα ἐτυπώθησαν ἔκτοτε. 1.623 Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις Περόζης ὁ τῶν Περσῶν βασιλεὺς πάλιν ἐπιστρατεύσας ἐπὶ τοὺς λευκοὺς Οὕννους τοὺς Νεφθαλίτας ἀπώλετο πανστρατί. ὀρύξαντες γὰρ τάφρον βαθεῖαν καὶ καλά μους ἐπιθέντες καὶ γῆν ἐπιχώσαντες ἔμεναν ἔνδον, ὀλίγους δὲ ὑπαντῆσαι τούτοις ἀφέντες, καὶ αὖθις εἰς φυγὴν τραπέντες καὶ τὰ στενὰ διαβάντες, ἃ σφίσι γνώριμα ὑπῆρχον. οἱ δὲ Πέρσαι μηδὲν δεινὸν ὑποπτεύσαντες ἀκρατῶς τούτους ἐδίωκον, καὶ πάντες ὁμοῦ σὺν τῷ Περόζῃ καὶ τοῖς αὐτοῦ παισὶν εἰς τὸ βάραθρον συμ πεσόντες ἀπώλοντο. ὁ δὲ Περόζης αἰσθόμενος τοῦ δεινοῦ, τὸν μάργαρον ὃν εἶχε λευκότατον καὶ μέγαν, εἰς ὑπερβολὴν ὑπέρτιμον, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ἵνα μή τις ὀπίσω αὐτοῦ τοῦτον φοροίη ἢ γνώριμος γένηται ὡς βασιλεύς, ἐπεὶ ἀξιοθέατος ὑπερφυῶς ἦν. καὶ οὕτω Περόζης διεφθάρη σὺν πάσῃ τῇ στρα τιᾷ. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι χρόνους δύο εἰς φόρου ἀπα γωγήν. καὶ πάλιν οἱ ὑπολειφθέντες Καβάδην τὸν τούτου υἱὸν εἶχον βασιλέα.
Περὶ δὲ τοῦ μαργαρίτου, πῶς καὶ ποίῳ τρόπῳ εὑρέθη, τοι αύτην εὕρομεν ἱστορίαν. ἐν τῷ Περσικῷ κόλπῳ τῷ πρὸς βορρᾶν κειμένῳ τῆς ἐρυθρᾶς θαλάσσης τρέφονται μαργαρῖται ὑπὸ κτε νῶν, οὕς τινες ζάμβακας ὀνομάζουσι. τούτων τῶν κτενῶν εὑρέθη τρέφων ἐν ἑαυτῷ κτεὶς εἷς μαργαρίτην ὑπερφυῆ καὶ λαμπρότατον. αὐξηθέντος δὲ τούτου καὶ παρὰ τὸ μέτρον γεγονότος αὐγάς τε δίκην ἀστραπῆς ἀκτινοβολοῦντος καὶ διαπέμποντος, ἠράσθη κύων θαλάττιος τῆς αὐγῆς τοῦ μαργαρίτου, καὶ τῆς αὐτοῦ ὡραιότητος 1.624 οὐκ ἀφίστατο, ἀλλ' ὅπου δ' ἂν ἦγε τὸ ῥεῦμα τὸ ἔλυτρον τοῦ κτε νός, ἐκεῖ καὶ τὸν κύνα δαίμων τις ἀλιτήριος ἐξεβάκχευεν. ἁλιεὺς οὖν τις τὸ ξένον τοῦτο θεασάμενος τέρας ἐδοκίμασε διά τινος μηχανῆς ἀποσυλῆσαι τὸν κτένα. ἀλλ' ὁ κύων οὐκ ἐνεδίδου· ἁρ πάζων γὰρ αὐτὸν ἐπὶ τὸ βάθος ἐνῆγε. καταμηνύει τοιγαροῦν ὁ ἁλιεὺς τῷ βασιλεῖ τῶν Περσῶν τὸ τοῦ μαργάρου κάλλος· ὁ δὲ δίδωσιν αὐτῷ ἄνδρας τοὺς ἐπὶ τὴν ἄγραν τοῦ μαργάρου συμπρά ξοντας. ἐλθόντες οὖν ἐπὶ τὴν θάλασσαν καί τινας ἡμέρας ἐγκαρ τερήσαντες, ἔτυχε τὸν κύνα μικρὸν ὑποχωρῆσαι. εὐθὺς οὖν ὁ ἁλιεὺς δισκεύσας αὑτὸν ἐν τῇ θαλάσσῃ καὶ καταδὺς ἐν τῷ βάθει ἐδράξατο τοῦ κτενὸς καὶ τὸν μαργαρίτην ἀνήγαγε, καὶ εὐθέως ἀνα δραμὼν ὕψωσε τὴν χεῖρα, καὶ ὑπὸ τῶν συνόντων ἡρπάγη ὁ μάρ γαρος. πρὶν δὲ φθάσαι εἰσελθεῖν αὐτὸν ἐν τῇ λέμβῳ, φθάσας ὁ κύων διέσπασε καὶ κατερόφησε τὸν