230
ταλαίπωρον. ὁ δὲ μάργαρος ἀπεκομίσθη τῷ βασιλεῖ, ὃς καὶ ἡσθεὶς τῷ τούτου θεάματι τοὺς παῖδας τοῦ ἁλιέως μεγάλαις ἠμείψατο δωρεαῖς. τοῦτον τὸν μαρ γαρίτην βουληθεὶς ὠνήσασθαι Ἰουστινιανὸς ὁ μέγας χρυσίου λίτρας ἑκατὸν ἀπέστειλε πρὸς τοὺς βαρβάρους· ἀλλ' οὗτοι οὐ κατένευ σαν, μνημόσυνον τῆς Περσικῆς ἀπονοίας τοῦτον φυλάττοντες. Καβάδης δὲ ὁ τοῦ Περόζου ὕστατος υἱός, τῆς βασιλείας δραξάμενος, ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ ἐχρᾶτο καὶ κοινὰς τὰς γυ ναῖκας ἐνομοθέτησεν ἔχειν. ὅθεν οἱ Πέρσαι τοῦτον τῆς ἀρχῆς ἀπή λασαν καὶ δήσαντες εἰς φυλακὴν τὴν λεγομένην Λήθην ἐνέβαλον, 1.625 τὸν δὲ ἀδελφὸν αὐτοῦ Βάλβην βασιλέα ἐποίησαν. ἡ δὲ γυνὴ Καβάδου διηκόνει αὐτῷ ἐν τῇ φυλακῇ. ὁ δὲ τῆς εἱρκτῆς ἄρχων ἤρξατο ἐρᾶν τῆς γυναικὸς εὐπρεπεστάτης οὔσης. ὁ δὲ Καβάδης παρεκάλει τὴν γυναῖκα ἐνδοῦναι τῷ ἀνθρώπῳ, εἴ πως δυνηθῇ ἐκφυγεῖν τοῦ φρουρίου. τούτου δὲ γενομένου ἀκωλύτως ἡ γυνὴ πρὸς Καβάδην εἰσιοῦσα τοῦτον ἐθεράπευσε. φίλος δὲ Καβάδῃ ὀνόματι Σεσώσης ἐδήλου τῷ Καβάδῃ διὰ τῆς γυναικὸς ὡς ἵππους καὶ ἄνδρας ἐμπαρασκεύους ἔχω ἔν τινι χωρίῳ. ὁ δὲ Καβάδης νυκτὸς ἐπιλαβούσης πείθει τὴν γυναῖκα τὴν ἐσθῆτα αὐτῆς αὐτῷ ἀλλάξασθαι, καὶ ἐξελθεῖν μὲν αὐτόν, ἐκείνην δὲ ἐν τῇ φυλακῇ καθέζεσθαι. καὶ οὕτω Καβάδης ἐξελθὼν τοῦ δεσμωτηρίου καὶ ἵππῳ ἐπιβὰς σὺν τῷ Σεσώσῃ πρὸς Οὕννους τοὺς Νεφθαλίτας ἀφίκετο. ὁ δὲ τούτων βασιλεὺς τὴν θυγατέρα αὐτοῦ δίδωσιν εἰς γυναῖκα αὐτῷ, καὶ στράτευμα δοὺς πολὺ ἐπὶ Πέρσας ἐξέπεμψεν. εἰσβαλὼν δὲ εἰς Περσίδα ἐν οὐδενὶ πόνῳ τῆς βασιλείας ἐκράτησε, καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκτυφλώσας εἰς φυλακὴν ἐνέβαλε. τὴν δὲ βασιλείαν ἀσφαλῶς διεφύλαξεν (ἦν γὰρ ἀγχίνους καὶ δραστή ριος) καὶ ἐκράτει μετὰ ταῦτα ἔτη ιαʹ, καταλύσας τοὺς νόμους πάντας οὓς προεξέθετο. Μετὰ τὴν Ζήνωνος τελευτὴν ἡ βασίλισσα καὶ ἡ σύγκλη τος καὶ τὸ στράτευμα Ἀναστάσιον τὸν σιλεντιάριον ἀναγορεύ ουσι βασιλέα, τῆς τῶν ἀκεφάλων ἤτοι συγχυτικῶν ὄντα αἱρέ σεως. ἦν δὲ τῷ σώματι μήκιστος, τοὺς ὀφθαλμοὺς ἔχων χαροποὺς καὶ γλαυκοὺς μετρίως, φαλακρὸς ἠρέμα καὶ πολιός. 1.626 ἄγει δὲ αὐτὸν ἐπὶ τὴν μοναρχίαν Οὐρβίκιος εὐνοῦχος, τότε μεγί στην παρὰ τῆς βασιλείας ἔχων δύναμιν. μετὰ δὲ τὴν ἀναγόρευ σιν ἀπαιτεῖται ὁμολογίαν παρὰ Εὐθυμίου τοῦ πατριάρχου πρὸς τὸ μὴ σαλεῦσαί τι τῆς ἐκκλησίας καὶ τῆς πίστεως, ἀνάξιον αὐτὸν ἀποκαλῶν τῆς τῶν Χριστιανῶν βασιλείας. βιαζομένης δὲ αὐτὸν Ἀριάδνης καὶ τῆς συγκλήτου δίδωσιν αὐτοῦ τὸ ἰδιόχειρον τῷ πατριάρχῃ, κυροῦν τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὑπὲρ τῆς πίστεως δόγματα, καὶ οὕτω στεφθεὶς Ἀριάδνην ἄγεται εἰς γάμον, οὔπω πρότερον γαμετῇ συνοικήσας. ἐκράτησε δὲ ἔτη κζʹ μῆνας δʹ. ἐπὶ τούτου Μανιχαῖοι καὶ Ἀρειανοὶ ἔχαιρον, Μανιχαῖοι μὲν ὡς μη τρὸς τοῦ βασιλέως ζηλωτρίας οὔσης καὶ προσφιλοῦς αὐτοῖς, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον τὸν θεῖον αὐτοῦ, ἀδελφὸν τῆς κακό φρονος μητρὸς αὐτοῦ, ὁμόδοξον ἔχοντες. Τούτου τῷ πρώτῳ ἔτει Εὐθύμιος ὁ Κωνσταντινουπόλεως, συναγαγὼν τοὺς ἐνδημοῦντας ἐπισκόπους, τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐκύρωσε. τούτου τοῦ Ἀναστασίου τὸ τῆς βασιλείας σχῆμα λαβόντος ἐν τῷ τοῦ ἱπποδρόμου καθίσματι ἅπας ὁ δῆμος ὡς ἐξ ἑνὸς στόματος εὐθυβόλως ἐβόησεν "ὡς ἔζησας, οὕτω καὶ βασίλευσον, δέσποτα." πρὸ ᾠδῶν γὰρ ἀλεκτρυόνων εἰς ἐκκλη σίαν φοιτῶν ἄχρι τῆς ἀπολύσεως ἵστατο ἐξιλεούμενος τὸ θεῖον, νηστεύων πολλὰ καὶ τὰ προσόντα αὐτῷ πένησι καὶ πτωχοῖς διαδι δούς. οὗτος τοὺς δηλάτορας ἐκ τῆς πόλεως τελείως ἐξέκοψεν. ἀφῆκε δὲ καὶ τὸ τέλος τοῦ λεγομένου χρυσαργύρου. ὁ δὲ χρυσ άργυρος τοιοῦτόν τι πρᾶγμα ἦν· πᾶς πενόμενος καὶ προσαιτῶν 1.627 καὶ πᾶσα πόρνη καὶ ἀπολελυμένη καὶ πᾶς δοῦλος καὶ ἀπελεύθερος συνεισφορὰν ἐποιοῦντο κοινὴν πρὸς τὸ δημόσιον ὑπὲρ οὔρου καὶ κοπρίας κτηνῶν τε καὶ κυνῶν τῶν ἐν ἀγροῖς καὶ πόλεσι διατριβόν των· καὶ ὁ μὲν ἄνθρωπος νόμισμα ἀργυροῦν συνεισέφερεν, ὁμοίως καὶ ἡ γυνή, ἵππος δὲ καὶ ἡμίονος καὶ βοῦς τὸ αὐτὸ συνεισέφερον, ὄνος δὲ καὶ κύων