231
φόλλεις ἕξ. καὶ ἦν ὀδυρμὸς πολὺς ἔν τε χώρᾳ καὶ πόλει τούτων εἰσπραττομένων ἀσυμπαθῶς. πρέσβεις τοίνυν δεξάμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἐν Ἱεροσολύμοις μοναχῶν, καὶ Τι μοθέου τοῦ Γαζαίου ἀνδρὸς τὰ πάντα σοφοῦ τραγῳδίαν ποιήσαν τος ὑπὲρ τοῦ τοιούτου, ταῦτα ἐξέκοψε. κατὰ δὲ τὸν αὐτὸν χρό νον καὶ περίβλεπτον φιλοτιμίαν τῆς πολυταλάντου καὶ πανώλου εἰσφορᾶς τοῦ καλουμένου τετραετηρικοῦ χρυσαργύρου κατέλυσεν ὁ βασιλεύς, καὶ πυρὶ ἐν τῷ ἱπποδρόμῳ ἐναντίον πάντων κατέ καυσε τὰ τῆς τοιᾶσδε συντελείας κατάγραφα. καὶ τὰ μὲν πολι τικὰ φιλοτίμως οὕτως ἐπηνωρθοῦτο, εἰς δὲ τὰ εἰς τὴν τοῦ θείου δόξαν συντείνοντα δριμὺς καὶ ἀδυσώπητος γέγονε· τῷ γὰρ δευ τέρῳ ἔτει αὐτοῦ μετὰ βίας τὴν ὁμολογίαν αὐτοῦ παρὰ Εὐθυμίου ἔλαβε.
Τῷ εʹ ἔτει τοὺς τυράννους διὰ Ἰωάννου τοῦ Σκήθους παρ έλαβεν. Εὐθυμίῳ δὲ τῷ ἐπισκόπῳ, ἐχθρῷ αὐτοῦ ὄντι διὰ τὴν πίστιν, ἐδήλωσεν "αἱ εὐχαί σου αἱ μεγάλαι τοὺς φίλους σου ἠσβό λωσαν." τοῦτόν τε καθαιρεῖ καὶ εἰς ἐξορίαν παραπέμπει. Μακε 1.628 δόνιον δὲ προχειρίζεται ἐπίσκοπον Κωνσταντινουπόλεως. ὁ δὲ κακῶς πεισθεὶς τῷ Ἀναστασίῳ ὑπέγραψε τῷ ἑνωτικῷ Ζήνωνος. Τῷ ηʹ ἔτει Μακεδόνιος γνώμῃ τοῦ βασιλέως ἑνῶσαι τὰ μο ναστήρια τῆς βασιλίδος ἔσπευδεν, ἀποσχισθέντα διὰ τὸ ἑνωτικὸν Ζήνωνος. καὶ τοὺς ἐνδημοῦντας ἐπισκόπους συναγαγὼν τὰ ἐν Χαλκηδόνι καλῶς δογματισθέντα ἐγγράφως ἐβεβαίωσε. Θευδέ ριχος δὲ ὁ Ἄφρος διάκονον ἔχων ὀρθόδοξον, πάνυ ἀγαπώμενον ὑπ' αὐτοῦ, μεταθέμενον δὲ εἰς ἀρειανισμὸν χαριζόμενον Θευδε ρίχῳ ἀρειανίζοντι, ἀπέτεμε ξίφει, εἰπών "εἰ τῷ θεῷ τὴν πίστιν οὐκ ἐφύλαξας, ἐμοὶ πῶς φυλάξεις;" Τῷ ιʹ καὶ ιαʹ ἔτει γέγονε πάλιν Σαρακηνῶν ἐπιδρομὴ ἔν τε Φοινίκῃ καὶ Συρίᾳ, καὶ οἱ Βούλγαροι τῷ Ἰλλυρικῷ καὶ τῇ Θρᾴκῃ ἐπιτρέχουσι. Τῷ ιβʹ ἔτει σπένδεται πρὸς Ἀρέθαν Ἀναστάσιος, καὶ λοιπὸν πᾶσα ἡ Παλαιστίνη καὶ Ἀρραβία καὶ Φοινίκη πολλῆς γαλήνης καὶ εἰρήνης ἀπήλαυον. ἐν Νεοκαισαρείᾳ δὲ μέλλοντος γίνεσθαι σεισμοῦ στρατιώτης ὁδεύων εἶδε δύο στρατιώτας ἐπ' αὐτὸν ἰόντας, καὶ ὄπισθεν ἄλλον κράξαντα "φυλάξατε τὸν οἶκον ἐν ᾧ ἡ θήκη Γρηγορίου ἐστί." γενομένου δὲ τοῦ σεισμοῦ τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπτώθη, πλὴν τοῦ ναοῦ τοῦ ἁγίου Γρηγορίου. Τῷ τρισκαιδεκάτῳ ἔτει Καβάδης ὁ Περσῶν βασιλεὺς ἐκ στρατεύσας Ἄμιδα τὴν πόλιν πορθεῖ. 1.629 Τῷ ιδʹ ἔτει πολλοὶ πόλεμοι μετὰ Καβάδῃ γεγόνασι. τούτῳ τῷ ἔτει ἱππικοῦ γενομένου ἀταξία γέγονε τῶν δύο μερῶν, καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμφοτέρων· ἐν οἷς καὶ ὁ υἱὸς τοῦ βασιλέως, ὃν εἶχεν ἀπὸ παλλακῆς. σφόδρα οὖν λυπηθεὶς ὁ βασιλεὺς πολλοὺς ἐτιμωρήσατο. τούτῳ τῷ ἔτει ἐχώνευσε πολλὰ χαλκουργήματα ἐξ ὧν ἔστησεν ὁ μέγας Κωνσταντῖνος, καὶ ἐποίησε τὴν ἰδίαν στήλην, καὶ ἔστησεν εἰς κίονα τοῦ Ταύρου· ἡ γὰρ πρώτη ἑστῶσα Θεοδο σίου τοῦ μεγάλου ἔπεσεν ἀπὸ τοῦ σεισμοῦ καὶ συνετρίβη. τότε καὶ ἀνήρ τις χειμευτής, ἐκ τῶν τῆς χείμης τεχνῶν εὐφυὴς ὢν ταῖς ἀπάταις ὀφθαλμοπλανῆσαι, ὑπεδείκνυεν ἀργυροπράταις καὶ ἑτέ ροις χεῖρας καὶ πόδας ἀνδριάντων καὶ ἕτερα εἴδη χρυσᾶ, λέγων θησαυρὸν εὑρηκέναι, καὶ πολλοὺς ἀπατήσας εἰς πενίαν ἤνεγκε. φήμης οὖν περὶ αὐτοῦ γενομένης κρατηθεὶς ἤχθη τῷ Ἀναστασίῳ. ὁ δὲ προσήνεγκεν αὐτῷ χαλινὸν ἵππου ὁλόχρυσον διὰ μαργαριτῶν· ὃν λαβὼν ὁ βασιλεὺς ἔφη "ὄντως σύ, εἰ καὶ πάντας ἠπάτησας, ἐμὲ οὐκ ἀπατήσεις." καὶ ἐξώρισεν αὐτὸν εἴς τι φρούριον, ἔνθα καὶ τελευτᾷ. Τῷ ιʹ ἔτει ἀνεθεὶς τῶν πολέμων Μακεδόνιον τὸν πατριάρ χην διαστρέψαι τῆς ὀρθῆς πίστεως ἔσπευδε. πολλοὶ δὲ τῶν ἐπι σκόπων Ἀναστασίῳ χαριζόμενοι τῇ ἐν Χαλκηδόνι συνόδῳ ἀντέπι πτον. Μανιχαῖον δέ τινα ζωγράφον Συροπέρσην ἀπὸ Κυζίκου Ἀναστάσιος ἤγαγεν ἐν σχήματι πρεσβυτέρου, ὃς ἀλλότρια τῶν ἐκκλησιαστικῶν ἁγίων εἰκόνων ἐτόλμησε γράψας καὶ φασματώδη 1.630 ἐν τῷ παλατίῳ γνώμῃ τοῦ βασιλέως, χαίροντι τοῖς Μανιχαϊκοῖς· ὅθεν καὶ στάσις τοῦ λαοῦ γέγονε μεγάλη. Ἀσχόλιον δέ τινα ὁ