232
Μακεδόνιος ἐν ἔχθρᾳ φονικῇ σπασάμενον κατ' αὐτοῦ μάχαιραν ἐξ ὑποβολῆς τῶν ἐχθραινόντων αὐτῆς, τοσοῦτον ἀπέσχε τοῦ μνησι κακῆσαι ὥστε καὶ μηνιαίας αὐτῷ ἀννώνας προσέταξε λαβεῖν· πρᾶος γὰρ ἦν ὁ ἀνήρ. τοῦτο δὲ πρῴην καὶ εἰς ἱεροσυλίαν ἔπραξε. δύο τινῶν ἀμφισβητούντων ἐπισκόπων περὶ πίστεως, ὀρθοδόξου καὶ Ἀρειανοῦ, καὶ τοῦ μὲν Ἀρειανοῦ διαλεκτικοῦ ὄντος τοῦ δὲ ὀρθοδόξου εὐσεβοῦς καὶ πιστοῦ, ὁ ὀρθόδοξος προύτεινεν ὥστε ἀφεμένους τῶν λόγων εἰς πῦρ εἰσελθεῖν, καὶ οὕτω δειχθῆναι τὸν εὐσεβέστερον. τοῦ δὲ Ἀρειανοῦ τοῦτο παραιτησαμένου αὐτὸς εἰσ ῆλθε, καὶ ἐν μέσῳ τοῦ πυρὸς ἱστάμενος διελέγετο πᾶσιν, ἀβλαβὴς ὑπὸ τοῦ θεοῦ φυλαττόμενος. Τῷ ιζʹ ἔτει ἐτείχισε τὸ ∆αράς, χωρίον ὂν τῆς Μεσοποτα μίας μέγα καὶ ὀχυρόν, μέσον τῶν ὅρων κείμενον Ῥωμαίων τε καὶ Περσῶν. καὶ ἐποίησεν ἐκκλησίαν καὶ ὡρεῖα καὶ κινστέρνας καὶ ἐμβόλους καὶ δύο δημόσια λοετρά, ὀνομάσας αὐτὴν Ἀναστασιού πολιν, καὶ ἔδωκεν αὐτῇ δίκαια πόλεως.
Τῷ κʹ ἔτει ∆ευτέριος ὁ ἐπίσκοπος τῶν Ἀρειανῶν, βαπτίζων τινὰ Βάρβαρον λεγόμενον, παρὰ τὴν δεσποτικὴν παράδοσιν ἐτόλ μησεν εἰπεῖν "βαπτίζεται Βάρβαρος εἰς ὄνομα πατρός, δι' υἱοῦ, ἐν ἁγίῳ πνεύματι." καὶ εὐθὺς ἐξηράνθη ἡ κολυμβήθρα, ὁ δὲ Βάρβα ρος ἔμφοβος γενόμενος ἔφυγε καὶ πᾶσιν ἐγνώρισε τὸ θαῦμα. ἐν 1.631 τούτοις τοῖς ἔτεσιν ἡ τῶν αἱρετικῶν μετὰ Ἀναστασίου τοῦ βασιλέως κατὰ Μακεδονίου τοῦ ὀρθοδόξου Κωνσταντινουπόλεως ἐπισκόπου ἔνστασις γέγονεν· ὑφ' οὗ καὶ ἐξορίζεται Μακεδόνιος εἰς Εὐχάϊτα, καὶ εἰσάγεται ὁ ἀλιτήριος Τιμόθεος ὁ λεγόμενος Λιτροβόλης καὶ Κήλων. Τῷ κβʹ ἔτει Ἀναστάσιος ὁ παράνομος βασιλεὺς καὶ Τιμό θεος ὁ ἀνίερος ἐπίσκοπος Κωνσταντινουπόλεως πολλὰ κακὰ τοῖς ὑπὲρ τοῦ θαυμασίου Μακεδονίου καὶ τῆς συνόδου ἀγωνιζομένοις ἐνεδείξαντο. βουληθεὶς δὲ ὁ Ἀναστάσιος προσθεῖναι εἰς τὸ τρισά γιον τὸ ὁ σταυρωθεὶς δι' ἡμᾶς, πειθόμενος Σεβήρῳ τῷ ἀκεφάλῳ, τὸν λογοθέτην καὶ τὸν ἔπαρχον ἐν τῷ ἄμβωνι ἀνεβίβασε τοῦτο ἐκ φωνῆσαι. διὸ γέγονε δημοτικὴ στάσις ἄλλον βασιλέα ἐπιβοωμέ νων. ἐμπρήσαντές τε πολλοὺς οἴκους, καὶ τὸν βασιλέα ὑβρίσαν τες, ἦλθον εἰς τὴν μονὴν τοῦ ἁγίου Φιλίππου, πλησίον τῆς κιν στέρνης τοῦ ἁγίου Μωκίου, ἔνθα ἦν ἔγκλειστος φίλος τοῦ βασι λέως· καὶ τοῦτον φονεύσαντες ὡς ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον, τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες ἔκραζον "οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος." ἀλλὰ καὶ γυναῖκα ἔγκλειστον, εἰς ἣν πολλὴν πίστιν εἶχεν ὁ βασιλεύς, ἀνελόντες ἔσυ ραν ἀμφοτέρους καὶ ἐν τῇ μονῇ τῶν Στουδίου ἔκαυσαν. ἐπὶ τού τοις ὁ βασιλεὺς φοβηθεὶς ἐπαύσατο πρὸς βραχὺ τῆς αἱρέσεως. τῷ αὐτῷ ἔτει Ἀλαμουνδάρου τοῦ φυλάρχου τῶν Σαρακηνῶν βαπτισθέντος θεοῦ προνοίᾳ παρὰ τῶν ὀρθοδόξων, Σεβῆρος ὁ δυσσεβὴς δύο ἐπισκόπους ἔπεμψε τῆς λώβης αὐτοῦ μεταδοῦναι 1.632 τῷ ἀνδρί. οὓς θαυμαστῶς ἤλεγξε δραματουργίᾳ τοιαύτῃ. ἔφη γὰρ πρὸς αὐτούς "γράμματα" φησίν "ἐδεξάμην σήμερον ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος τέθνηκε." τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο ἔφη πρὸς αὐτούς "καὶ πῶς θεὸς γυμνὸς ἐσταυρώθη καθ' ἡμᾶς καὶ ἀπέθανεν, εἰ μὴ δύο φύσεων ἦν Χριστός, εἴπερ μηδὲ ἄγγελος ἀποθνήσκει;" καὶ οὕτω μετ' αἰσχύνης ἀνεχώρησαν οἱ τοῦ Σεβήρου ἐπίσκοποι. Καβάδης δέ τινας τῶν ἐν Περσίδι Χρι στιανῶν ἠγκυλοκόπησεν, οἳ μετὰ ταῦτα περιεπάτησαν. Τῷ κγʹ ἔτει Βιταλιανὸς παραλαβὼν πᾶσαν τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν, ἔχων μεθ' ἑαυτοῦ πλῆθος Οὕννων καὶ Βουλγάρων, παρέλαβε καὶ πολλὰς πόλεις καὶ Κύριλλον τὸν στρα τηγὸν Θρᾴκης, καὶ ἦλθε πραιδεύων ἕως Βυζαντίου.
Ἀναστά σιος δὲ ἀπογνοὺς πέμπει πρὸς εἰρήνην, ὀμνύων σὺν τῇ συγκλήτῳ τοὺς ἐξορισθέντας ἀνακαλεῖσθαι καὶ Μακεδόνιον καὶ Φλαβιανὸν ἀπολαβεῖν τοὺς ἰδίους θρόνους, καὶ σύνοδον γενέσθαι ἐν Ἡρα κλείᾳ, ἐρχομένου καὶ τοῦ Ῥώμης. βεβαιωσάντων δὲ πάντων ταῦτα γενέσθαι, ὁ Βιταλιανὸς ἀπῆλθεν εἰς τὰ ἴδια