233
γενομένης εἰρήνης. ἐλθόντων δὲ ἐπισκόπων ἐν Ἡρακλείᾳ ὡσεὶ διακοσίων ἐκ διαφόρων τόπων, ὁ ἀσεβὴς βασιλεὺς παραβὰς τὰς συνθήκας μετὰ καὶ Τι μοθέου ἐπισκόπου Κωνσταντινουπόλεως τούτους ἐνέπαιξαν, καὶ ἀνεχώρησαν ἄπρακτοι. Τῷ κδʹ ἔτει ὁ Βιταλιανὸς ἀγανακτήσας κατὰ Ἀναστασίου διὰ τὴν ἐπιορκίαν πολλὰ κακὰ τοῖς στρατοπέδοις Ἀναστασίου καὶ 1.633 τῇ λοιπῇ πολιτείᾳ ἐπεδείκνυτο, ἁρπάζων καὶ ἀφοπλίζων, καὶ τέλος πρὸς ὕβριν ἕκαστον στρατιώτην μιᾶς φόλλεως πιπράσκων. Τῷ κεʹ ἔτει Οὗννοι οἱ λεγόμενοι Σαβήρ, τὰς Κασπίας πύ λας περάσαντες, τὴν Ἀρμενίαν ἐξέδραμον, Καππαδοκίαν τε καὶ Γαλατίαν καὶ Πόντον ληϊζόμενοι, ὡς καὶ τὰ Εὐχάϊτα μικροῦ παραστήσασθαι· ὅθεν καὶ φυγὼν ὁ ἱερὸς Μακεδόνιος σχεδὸν κιν δυνεύων εἰς Γάγγραν διεσώθη. ὅπερ μαθὼν Ἀναστάσιος πικρῶς αὐτὸν ἐκεῖ προσέταξεν φυλάττεσθαι, πέμψας, ὡς φασίν, καὶ τὸν ἀναιρήσοντα αὐτόν. τελειωθεὶς δὲ ἐν Γάγγραις κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Καλλινίκου, πολλὰς ἰάσεις ἐπιτελῶν. μέλλοντος δὲ αὐτοῦ ἐν τῷ τάφῳ τίθεσθαι, ἄρας τὴν δεξιὰν χεῖρα κατεσφραγίσατο τῷ σταυρῷ, καὶ οὕτως κατετέθη. καὶ Θεοδώρῳ δέ τινι τῶν συνόντων εἶπεν ἐν ὁράματι "ἐκλαβοῦ, καὶ ἄπελθε, καὶ ἐπανάγνωθι Ἀναστασίῳ λέγων· ἐγὼ μὲν ἀπέρχομαι πρὸς τοὺς πατέρας μου, ὧν τὴν πίστιν τετήρηκα, οὐ παύσομαι δὲ ὀχλῶν τὸν δεσπότην μου, ἄχρις οὗ ἔλθῃς καὶ εἰς δίκην εἰσέλθωμεν." τούτῳ τῷ ἔτει Ἀλεξανδρεῖς πλεῖστοι, ἄνδρες καὶ γυναῖκες καὶ παιδία, δεινῶς πληγέντες ὑπὸ δαιμόνων ἀθρόως ὑλάκτουν. καθ' ὕπνους δέ τις εἶδέ τινα φοβερὸν λέγοντα ὅτι διὰ τοὺς ἀναθεματι σμοὺς τῆς συνόδου ταύτης πάσχουσι. τῷ δ' αὐτῷ ἔτει Ἀριάδνη ἡ βασιλὶς ἐτελεύτησεν. ἐπίσκοπον δέ τινα τῶν Οἰνιάνδον λεγόμε νον ἀκούσας ὁ μιαρὸς Ἀναστάσιος ὡς εὐφυῶς διαλέγεται καὶ πάντας ἐπιστομίζει τοὺς τῷ δόγματι αὐτοῦ προσανέχοντας, προσ 1.634 καλεσάμενος ἔφη "γενοῦ τῆς ἐμῆς μοίρας, θαυμασιώτατε, καὶ 1.634 πᾶν ὅπερ αἰτήσεις παρ' ἡμῶν λήψῃ τάχιστα." ὁ δὲ πρὸς αὐτόν "σὺ μᾶλλον τῆς ὀρθοδόξου μοίρας γενοῦ, καὶ μὴ τῇ δόξῃ τῶν ἀσεβῶν Σεβήρου καὶ Εὐτυχοῦς καὶ ∆ιοσκόρου ἑπόμενος κληρονο μήσῃς τὸ πῦρ τὸ αἰώνιον." καὶ ταῦτα εἰπὼν ἐδράξατο τῆς χλα μύδος τοῦ βασιλέως, λέγων "τοῦτο τὸ ἱμάτιον οὐδαμῶς εἰς ᾅδου συγκαταβήσεταί σοι, βασιλεῦ, ἀλλὰ μόνη ἡ θεοσέβεια καὶ ἀρε τῶν κτῆσις. ἄφες τὴν ἐκκλησίαν, ἣν ὁ Χριστὸς διὰ τοῦ ἰδίου αἵματος ἐξηγόρασεν. ἀμαθὴς εἶ καὶ ἀσυλλόγιστος. οὐδὲν τῶν τῆς ἐκκλησίας δογμάτων ἀκριβῶς ἐπίστασαι, ἀλλ' ἢ πλάναις καὶ βω μολοχίαις μορμολύττῃ τοὺς ἄφρονας. ἀρκοῦ, βασιλεὺς ὤν, εἰς τὸ σὸν ἀξίωμα, καὶ τοὺς τῶν ἐκκλησιῶν προστάτας μὴ κόλαζε." ὁ δὲ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. ὁ δέ γε σοφὸς ἐπίσκοπος πενέ στατος ὢν οὐκ ἠθέλησε παρὰ τοῦ βασιλέως λαβεῖν ἕως ὀβολοῦ· οὕτως ἦν ἐλεύθερος καὶ μόνης τῆς εἰς θεὸν πίστεως καὶ εὐσεβείας περιποιούμενος.
Μεταξὺ Ἰνδῶν καὶ Περσῶν κάστρον ἐστὶν ὀνομαζόμενον Τζουδάδερ, ἐν ᾧ πολλὰ χρήματα καὶ μαργαρῖται καὶ λίθοι τίμιοι ἀποκείμενοι ἦσαν καὶ ὑπὸ δαιμόνων ἐφυλάττοντο. τοῦτο Καβά δης μαθὼν ἐζήτει λαβεῖν. καὶ ὑπὸ τῶν δαιμόνων κωλυόμενος κινεῖ τὴν τῶν παρ' αὐτοῦ μάγων πᾶσαν ἐπίνοιαν, ἔπειτα καὶ τῶν Ἰουδαίων, καὶ τοῦ σκοποῦ ἀποτυγχάνει. πεισθεὶς δὲ διὰ τῆς πρὸς τὸν θεὸν εὐχῆς τῶν Χριστιανῶν τούτου κυριεῦσαι, ἐπίσκο 1.635 πόν τινα Χριστιανὸν ἀπὸ τῶν ἐν Περσίδι περὶ τούτου παρεκάλε σεν, ὃς σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβών, προσελθὼν τῷ τόπῳ τοὺς ἐκεῖσε δαίμονας ἐξεδίωξε καὶ τῷ Κα βάδῃ τὸ κάστρον ἀπόνως παρέδωκεν. ἐν τούτῳ Καβάδης κατα πλαγεὶς πρωτοκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Μανι χαίων καὶ Ἰουδαίων προκαθεζομένων, καὶ ἄδειαν παρέσχε τοῖς βουλομένοις βαπτίζεσθαι. Πρὸ μικροῦ δὲ τῆς τελευτῆς Ἀναστασίου, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλοὺς καὶ ἀπώλεσεν· ἐν οἷς καὶ Ἰουστῖνος ἦν καὶ Ἰουστινιανός. μέλλων οὖν ἐξαφανίζειν τοὺς ἄνδρας, παρέστη