234
αὐτῷ τις κατ' ὄναρ φοβερὸς λέγων "τοὺς μὲν λοιποὺς τῶν σῶν ἐπιβούλων, ὦ βασιλεῦ, συνεχωρήθη σοι ἀφανίσαι, Ἰου στῖνον δὲ καὶ Ἰουστινιανὸν μηδαμῶς ἀδικήσῃς· οὐδὲ γὰρ θέλων δυνήσῃ." τοῦ δὲ φήσαντος ὅτι καθοσιώσει εἰσὶν ὑποβεβλημένοι βασιλικῇ, ἔφη πρὸς αὐτόν "σκεύη εἰσὶ χωρητικὰ τῆς τοῦ θεοῦ βουλῆς τε καὶ προνοίας, καὶ μέλλουσιν ὑπουργῆσαι τῷ θεῷ ἕκα στος ἐν τοῖς καιροῖς αὐτῶν." καὶ δὴ ἀφῆκεν αὐτοῖς ἀμφοτέροις Ἀναστάσιος τὸ τῆς καθοσιώσεως ἔγκλημα. συνέβη δὲ πάντα γενέσθαι καθὼς ὁ φανεὶς ἀπεφθέγξατο· μετὰ γὰρ τὴν τελευτὴν Ἀναστασίου καὶ ἀμφότεροι κατὰ καιροὺς αὐτῶν ἐβασίλευσαν. Τῷ κζʹ ἔτει Ἀναστάσιος εἶδεν ἐν ὁράματι ἄνδρα φοβερὸν βαστάζοντα κώδικα, ὃν ἀναπτύξας, καὶ εὑρὼν τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως, εἶπεν αὐτῷ "ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπα 1.636 λείφω τεσσαρεσκαίδεκα ἔτη," καὶ ἀπήλειψεν αὐτά. διυπνισθεὶς δὲ προσεκαλέσατο Ἀμάντιον τὸν πραιπόσιτον, καὶ εἶπεν αὐτῷ τὸ ὅραμα. ὁ δὲ εἶπεν ὅτι κἀγὼ ἐθεασάμην ὅτι παρισταμένου τῷ κράτει σου χοῖρος μέγας ἐλθὼν καὶ δραξάμενός μου τῆς χλαίνης κατέρραξέ με εἰς τὴν γῆν καὶ ἀνάλωσεν. ἐλθόντος δὲ τοῦ ὀνειρο κρίτου Πρόκλου, ἤκουσαν ὅτι καὶ ἀμφότεροι μετ' οὐ πολὺ τελει οῦσθε. ἐπεὶ δὲ κεχρημάτιστο διὰ πυρὸς αὐτὸν τὴν ἀμείλικτον αὐτοῦ ψυχὴν ἀπορρῆξαι, τὴν ἐν τῷ παλατίῳ κινστέρναν τὴν λεγομένην ψυχρὰν εἰς πολλὰ στόμια διανοίξας καὶ κάδδους ἐν ἑκάστῳ παραθεὶς ἔσπευδε τὴν τοιαύτην περὶ αὐτοῦ προφη τείαν ψευδῆ ἀποδεῖξαι. ἀλλ' ἐματαιώθη διὰ κενῆς ὁ δεί λαιος· καὶ γὰρ θείῳ σκηπτῷ κεραυνωθεὶς ἐμβρόντητος γέγονεν. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν λάρνακι Ἀκυντιανῇ, μετὰ Ἀριάδνης τῆς γυναικὸς αὐτοῦ προτελευτησάσης. οὗτος λέγεται καῦσαι καὶ τὰ βιβλία τοῦ χρυσαρ γύρου. Ἰουστῖνος ὁ μέγας βασιλεὺς Ῥωμαίων ἔτη θʹ. οὗτος ἦν εὐσεβὴς ἀνήρ, πρεσβύτης καὶ πολύπειρος, ἀπὸ στρατιωτῶν ἀρξά μενος καὶ ἕως τῆς συγκλήτου προκόψας, Ἰλλυριὸς τῷ γένει· οἱ δὲ Θρᾷκα τοῦτον λέγουσιν εἶναι. ἦν δὲ τῷ σώματι μεσῆλιξ, εὐρὺς τοὺς ὤμους καὶ τὰ στέρνα, πολιός· ἐπήνθει δὲ τῷ προσώπῳ αὐ τοῦ ἔρευθος βλοσυρῷ ὄντι καὶ πλατεῖ. οὗτος πᾶσιν ἄριστος ἐδεί χθη, ζηλωτὴς τῆς ὀρθοδόξου πίστεως καὶ ἐν τοῖς πολέμοις μεγά 1.637 λως εὐδοκιμῶν. σύμβιον δὲ ἔχων Λουππικίαν ἔστεψεν Αὐγοῦ σταν, ἣν οἱ δῆμοι ἐστεφανωμένην Εὐφημίαν ἐκάλεσαν. τούτῳ τῷ Ἰουστίνῳ Εὐλάλιός τις, ἀπὸ πλουσίων γενόμενος πένης, ἐν τῷ μέλλειν αὐτὸν ἀποβιῶναι ἔγραψεν ἐνδιαθήκως κληρονόμον Ἰουστῖνον, παρακελευσάμενος ὥστε τὰς τρεῖς αὐτοῦ θυγατέρας μικρὰς καταλειφθείσας ἀναθρέψαι καὶ ἐκπροικίσαι τὸν βασιλέα, καὶ πάντα αὐτοῦ τὰ χρέα ἀποδοῦναι τοῖς χρεωστουμένοις, καὶ τὰ γραμματεῖα ἀναρρύσασθαι· ἅπερ βασιλικῶς πάντα Ἰουστῖνος ἐπλήρωσε, καταπλήξας ἐν τούτῳ πάντα ἄνθρωπον τὸν ἀκούσαντα. Βιταλιανὸς δὲ ὁ προρρηθεὶς σφόδρα ᾠκειώθη τῷ βασιλεῖ, ὀρθό δοξος δὲ ὢν Σεβῆρον ᾐτήσατο καθαιρεθῆναι. ὅπερ μαθὼν ἐκεῖ νος φεύγει σὺν Ἰουλιανῷ τῷ Ἁλικαρνασοῦ· καὶ εἰς Αἴγυπτον ἀπελθόντες καὶ τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον κινήσαντες ταύτην ἐτάραξαν, ∆ιοσκόρου ἐπισκοποῦντος Ἀλεξανδρείας. ἐπι σκόπων δὲ ἀπὸ Ῥώμης ἐλθόντων δι' Ὁρμίσδου ἐπισκόπου Ῥώμηςτῇ Βιταλιανοῦ σπουδῇ, ἔτι ζῶντος Ἰωάννου τοῦ Καππαδόκου ἐπισκόπου Κωνσταντινουπόλεως, τὴν ἁγίαν ἐν Χαλκηδόνι τετάρ την σύνοδον πρὸς ταῖς ἄλλαις τρισὶ συνόδοις τοῖς διπτύχοις συνέ ταξε. Σεβήρου δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γεγονότος Παῦλος ἐχειροτονήθη ἐπίσκοπος Ἀντιοχείας, ὁ ξενοδόχος τῶν Εὐβούλου. ὁ δὲ βασιλεὺς Ξεναΐαν τὸν καὶ Φιλόξενον, ἐπίσκοπον Ἱεραπόλεως, Μανιχαιόφρονα ὄντα, καὶ Πέτρον Ἀπαμείας ἐξώρισε σὺν πᾶσι τοῖς μετέχουσι τῆς λώβης αὐτῶν, Ἀμάντιον δὲ τὸν πραιπόσιτον 1.638 μετὰ καὶ ἄλλων τινῶν τυραννίδα μελετήσαντας ἀνεῖλεν. ἀνεκα λέσατο δὲ καὶ πάντας τοὺς ἀδίκως ὑπὸ Ἀναστασίου ἐξορισθέντας.