235
Τῷ δ' αὐτῷ ἔτει ἐφάνη ἀστὴρ ἐν τῇ ἀνατολῇ κομήτης, ὃς εἶχεν ἀκτῖνας ἐκπεμπούσας ἐπὶ τὰ κάτω αὐγάς, ὃν ἔλεγον πωγω νίαν εἶναι· εἶχε δὲ ἀκτῖνα ὁρῶσαν ἐπὶ δύσιν. τῷ δ' αὐτῷ ἔτει ἐδημοκράτει τὸ Βένετον μέρος, ἐν πάσαις ταῖς πόλεσι ταραχὰς ἐμποιοῦντες καὶ φόνους πολλούς. ἦλθε δὲ τὸ κακὸν τῆς ἀταξίας ἀπὸ Ἀντιοχείας. καὶ οὐ μόνον τοὺς ἀπαντῶντας πρασίνους ἔσφα ζον, ἀλλὰ καὶ τοὺς κατ' οἶκον κρυπτομένους, μὴ δυναμένων τῶν ἀρχόντων ποιῆσαι ἐκδίκησιν. ταῦτα ἐπράττετο ἕως ἓξ ἐνιαυτῶν Ἰουστίνου. Τῷ γʹ ἔτει Ἰουστῖνος μετὰ Καβάδη τοῦ τῶν Περσῶν βασι λέως εἰρήνην ποιήσας τὰ περὶ τῆς πίστεως διορθοῦν ἐσπούδαζε. Τῷ δʹ ἔτει τὸ ∆υρράχιον ὑπὸ θεομηνίας ἔπαθε, καὶ ἡ τῆς Ἑλλάδος Κόρινθος· ἃς μεγάλως ἀνενεώσατο ὁ βασιλεὺς καὶ ἐφι λοτιμήσατο. Τῷ εʹ ἔτει Τζάθος ὁ τῶν Λαζῶν βασιλεὺς ἀποστατήσας τῆς τῶν Περσῶν βασιλείας ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον, καὶ παρεκάλεσε γενέσθαι Χριστιανὸν καὶ ὑπ' αὐτοῦ ἀναγορευθῆ ναι βασιλέα τῶν Λαζῶν. ὃ καὶ μετὰ χαρᾶς ἐποίησε, καὶ υἱὸν ἀνηγόρευσε, καὶ γυναῖκα εὐγενῆ Ῥωμαίαν δέδωκεν, ἣν καὶ εἰς τὴν ἰδίαν χώραν ἀπεκόμισε μετὰ χαρᾶς, καὶ δῶρα ἔλαβε πολλά. γνοὺς δὲ τοῦτο Καβάδης δηλοῖ Ἰουστίνῳ ὅτι φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ τὴν ἐξουσίαν τῶν 1.639 Περσῶν ὄντας προσλαμβάνῃ. ὁ δὲ βασιλεὺς ἀντιδηλοῖ αὐτῷ "ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὐ προσελαβόμεθα. ὁ δὲ Τζάθος προσῆλθεν ἡμῖν ῥυσθῆναι τοῦ μυσαροῦ ἑλληνισμοῦ καὶ τῶν ἀσεβῶν θυσιῶν καὶ τῆς τῶν δαιμόνων πλάνης, καὶ γενέ σθαι Χριστιανός, καὶ τὸν ἀληθῆ ἐπιγνῶναι θεόν. τοῦτον ἡμεῖς βαπτίσαντες ἀπελύσαμεν εἰς τὴν ἰδίαν χώραν." ἔκτοτε λοιπὸν πάλιν γέγονε ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. τούτῳ τῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθη ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλεσβαὰν τοῦ βασιλέως τῶν Αἰθιόπων πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Τῷ ʹ ἔτει Καβάδης ὁ τῶν Περσῶν βασιλεὺς τοὺς ὑπὸ τὴν ἐνορίαν αὐτοῦ Μανιχαίους κατέσφαξεν. Ἰουστῖνος δὲ σάκρα πανταχοῦ πέμψας τοὺς ποιοῦντας ἀταξίαν ἀναιρεῖσθαι προσέταξε καὶ τὰ ὑπάρχοντα αὐτῶν δημεύεσθαι, καὶ τοὺς δημίους εἰρήνευσε πολλοὺς κακώσας. ἔστεψε δὲ Θεοδώραν τὴν γυναῖκα αὐτοῦ Αὐ γοῦσταν, τῆς Εὐφημίας ἤδη τελευτησάσης. τὸν δὲ Σεκοῦνδον ὕπατον πατρίκιον καὶ στρατηγὸν ἀνατολῆς ἐποίησε διὰ τοὺς Πέρ σας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομάς, ὃς διωγμὸν μέγαν ἐποιή σατο κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς. Τῷ ζʹ ἔτει Ἀνάζαρβος μητρόπολις βʹ τῆς Κιλικίας ἐπτώθη ὑπὸ σεισμοῦ φοβερωτάτου. τῷ δ' αὐτῷ ἔτει κατεποντίσθη Ἔδεσσα, πόλις μεγάλη καὶ περιβόητος, διὰ τοῦ ὕδατος τοῦ μέσον αὐτῆς διερχομένου Σκίρτου ποταμοῦ, ὃς πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντισε. λόγος δέ ἐστιν ὅτι 1.640 καὶ ἄλλοτε τοῦτο γέγονε. μετὰ δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ, γεγραμμένη ἱερογλυφικοῖς γράμμασιν οὕτως "Σκίρτος ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις." πολλὰ δὲ παρέσχεν ὁ βασιλεὺς Ἰουστῖνος εἰς ἀνα νέωσιν ἀμφοτέραις ταῖς πόλεσι. τῷ δ' αὐτῷ ἔτει ἐφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντογενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄν θρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. γυρεύουσα δὲ τὰς πόλεις ἐλάμβανε κατὰ ἐργαστήριον φόλλιν μίαν. τότε καὶ ἀστὴρ ἐφάνη ἐν οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου, φαίνων ἐπὶ ἡμέρας καὶ νύκτας κʹ. γέγονε δὲ καὶ σεισμὸς φοβε ρώτατος, ὑφ' οὗ τῇ μὲν Κωνσταντινουπόλει ἐν διαφόροις τόποις, τῇ δὲ Ἀντιοχείᾳ συμφορὰ ἀνεκδιήγητος προεμηνύθη. τῇ γὰρ τετάρτῃ τοῦ Ὀκτωβρίου μηνὸς τὰ προοίμια τῆς τοῦ θεοῦ ὀργῆς ἐπῆλθεν αὐτῇ δι' ἐμπρησμῶν καὶ σεισμῶν, ὃς ἐμπρησμὸς μέσον τῆς πόλεως ἐγένετο, καὶ ἐκράτησε ἐπὶ ἡμέρας ʹ. καὶ ἐκάησαν οἶκοι πολλοί, καὶ ἀπέθανον λαοὶ πολλοί, καὶ οὐδεὶς ἔγνω πόθεν τὸ πῦρ ἀνάπτεται· τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ' αὐτῇ ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκη τόρων γενέσθαι.