236
τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐξελθὸν ἐκ τῆς γῆς κατέφλεξε. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος ὡς σπινθῆρες κατήρχετο καὶ κατέκαιεν ὥσπερ ἀστραπὴ τοὺς εὑρισκομένους. ἐσείετο δὲ ἡ γῆ ἐπ' ἐνιαυτὸν ἕνα.
Τῷ θʹ ἔτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος ὁ ἐπίσκο 1.641 πος Ἀντιοχείας ὑπὸ τοῦ σεισμοῦ κατεχώσθη καὶ ἀπέθανε, καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσε, καὶ τὸ κάλλος τῆς πόλεως ἠφα νίσθη· οὐ γὰρ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις ταῖς γενεαῖς. πολλὰς μὲν οὖν ἀνδρῶν καὶ γυναικῶν μυριάδας, πολλὰς δὲ παίδων καὶ νεογνῶν ἐν λόφου τάξει ἡ τῶν κατενεχθέν των οἰκοδομημάτων ὕλη καλύπτουσα ...., καὶ τέλος τοῦτο τὴν οὕτως ὀνομαστοτάτην καὶ εὔχαριν ἔλαβε πόλιν, ἥνπερ ἐπὶ ὀκτακο σίους ἐνιαυτοὺς συστᾶσαν ἐξ οὗπερ αὐτὴν Σέλευκος ὁ πρῶτος ἔκτισεν, ἐπὶ τῇ προσηγορίᾳ τοῦ πατρὸς αὐτοῦ Ἀντιόχειαν ἐκάλεσεν. ἀγγελ θέντος δὲ τοῦ πάθους ὁ μὲν βασιλεὺς μεγάλως ἤλγησε τὴν ψυχήν, καὶ ῥίψας τὸ διάδημα καὶ τὴν πορφύραν ἐπένθει ἐν σάκκῳ καὶ σποδῷ ἡμέρας πολλάς, καὶ ἐν τῇ ἑορτῇ δὲ λιτῶς εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, μὴ καταδεξάμενος φορέσαι σήμαντρον βασιλικὸν τὸ οἱονοῦν. ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ πόλει φαιὰν στολὴν ἐνδυσάμενοι πανδημεὶ εἰς τὸ πρὸ τῆς πόλεως πεδίον ἑπτὰ σημείοις ἀπέχον ἐπὶ ἑπτὰ ἡμέραις ἐλιτάνευον νηστεύοντες. ὁ δὲ βασιλεὺς ἀπέστειλεν εἰς ἐκχοϊσμὸν καὶ ἀνακαινισμὸν τῆς πόλεως χρυσίου κεντηνάρια πεντήκοντα καὶ ἄνδρας μηχανικούς, καὶ ἦν αὐτῷ σπουδὴ τοῦ τὴν πεσοῦσαν πόλιν Ἀντιόχειαν ἀνακαινίσαι. ἐπὶ αὐτοῦ δὲ ἐτυπώθη ἑορτάζειν ἡμᾶς καὶ τὴν ἑορτὴν τῆς ὑπαπαντῆς τῆς μέχρι τότε μὴ ἑορταζομένης. ἀλλὰ καὶ ἡ Πομπηϊούπολις τῆς Μυσίας διαρρα γεῖσα μέσον κατεπόθη μετὰ τῶν οἰκητόρων, καὶ ἔκραζον ὑπὸ τὴν γῆν ὄντες οἱ ἄνθρωποι τὸ ἐλεήσατε. τῇ δὲ ιδʹ τοῦ Ἀπριλλίου μηνός, τῇ ἑορτῇ τοῦ πάσχα, ἀσθενήσας Ἰουστῖνος προεχειρίσατο 1.642 εἰς βασιλέα Ἰουστινιανὸν τὸν ἴδιον ἀνεψιόν, καὶ ἔστεψεν αὐτόν, καὶ συνεβασίλευσεν αὐτῷ μῆνας δʹ. Αὐγούστῳ δὲ μηνὶ τῆς αὐτῆς εʹ ἰνδικτίωνος ἐτελεύτησεν ὁ εὐσεβὴς Ἰουστῖνος, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν μονῇ τῆς Αὐγούστης, ἐν λάρνακι πρασίνῃ, μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ Εὐφημίας, ἐν ᾧ καὶ αἱ στολαὶ τῶν ἁγίων ἀποστόλων εὑρέθησαν. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον διεῖπεν Ἰωάννης. τοῦ δὲ Εὐφρασίου ἐπισκόπου Ἀντιοχείας τελευτήσαντος, Εὐφραίμιος ὁ Ἀμίδας κόμης ἀνατολῆς ὢν χειροτονεῖται ἀντ' αὐτοῦ, ὅστις ζῆλον θεῖον κατὰ τῶν ἀποσχιστῶν εἶχεν. Κόσμου ἔτος #22καʹ, τῆς θείας σαρκώσεως φκζʹ. Ἰουστι νιανὸς ὁ μέγας βασιλεὺς Ῥωμαίων ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. οὗτος τὴν τοῦ σώματος ἀναδρομὴν εἶχε βραχὺ μείζονα τοῦ μέσου, ἐρυθρὸς τὴν χροιάν, χαροπὸν καὶ εὐπερίστροφον βλέπων, καὶ τὴν κεφαλὴν πρὸς κόμης κάλλος μικρὸν ἐψιλωμένην. βασιλεύει δὲ ἐτῶν μεʹ. καὶ μονοκρατορήσας δέδωκεν ὑπατείαν ὅσην οὐδεὶς βα σιλέων δέδωκε. καὶ διωγμὸν κατὰ Ἑλλήνων καὶ πάσης αἱρέσεως ἐκίνησεν. εὑρὼν δὲ πολλοὺς τῶν ἐν τέλει νοσοῦντας τὴν τῶν Ἀρειανιτῶν αἵρεσιν, δημεύσας τε καὶ τιμωρησάμενος φόβον πο λὺν εἰργάσατο, θεσπίσας μόνους ὀρθοδόξους πολιτεύεσθαι. καὶ τὸν ναὸν δὲ τῶν ἁγίων Σεργίου καὶ Βάκχου ἐχόμενα τοῦ Παλατίου πρὸς θάλασσαν ...., καὶ σύνεγγυς τούτου ναὸν τῶν ἁγίων ἀπο στόλων, ἴδιον αὐτοῦ οἶκον προϋπάρχοντα, καὶ πᾶσαν αὐτοῦ τὴν 1.643 πρῴην ὕπαρξιν τοῖς δυσὶ τούτοις ἀφιερώσας ναοῖς μοναστήριον περιφανῶν ἀνδρῶν ἀπεκλήρωσε.
Τῷ δ' αὐτῷ ἔτει ὁ βασιλεὺς Περσῶν ἐπολέμει Τζάθῳ ὡς προσρυέντι Ῥωμαίοις. πέμπει οὖν αὐτῷ Ἰουστινιανὸς βοήθειαν στρατὸν καὶ στρατηγοὺς τρεῖς, Βελισάριον Κήρυκον καὶ Πέτρον, οἳ καὶ κατὰ φθόνον ἀλλήλων πολεμήσαντες ἡττήθησαν. λυπηθεὶς οὖν ὁ βασιλεὺς αὐτοὺς μὲν διεδέξατο, ἀπέστειλε δὲ Πέτρον τὸν νοτάριον αὐτοῦ στρατηλάτην. καὶ συμβαλὼν μετὰ τῶν Λαζῶν τοῖς Πέρσαις ἐνίκησε καὶ πολλοὺς ἀνεῖλε. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις ὁ βασιλεὺς τῶν