237
Ἑλούρων Γρέτης λεγόμενος, καὶ ἐλθὼν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ λαοῦ αὐτοῦ ᾐτήσατο τὸν βασιλέα, καὶ ἐγένετο Χριστια νὸς μετὰ τῶν συγκλητικῶν αὐτοῦ καὶ συγγενῶν, καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια, ἐπαγγειλάμενος συμμαχεῖν Ῥωμαίοις ἐφ' οἷς ἂν δεηθῶσιν αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει προβάλλεται ὁ βασιλεὺς στρατηλάτην Ἀρ μενίας Τζίταν ὀνόματι, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον· οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. αὐτὸς δὲ ἐστράτευσεν Ἀρμενίων πλῆθος. δέδωκε δὲ αὐτῷ καὶ ἀπὸ ἀνα τολῆς στρατόν, χιλιάδας τέσσαρας, καὶ γέγονε μεγάλη φυλακὴ καὶ βοήθεια Ῥωμαίων. ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα, τὴν ἀδελ φὴν Θεοδώρας τῆς Αὐγούστης, ὀνόματι Κομιτώ. 1.644 Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις γυνή τις ἐκ τῶν Οὕννων τῶν λεγομένων Σαβήρ, βάρβαρος, ὀνόματι Βαρήζ, χήρα, ἔχουσα μεθ' ἑαυτῆς Οὕννων χιλιάδας ἑκατόν, ἥτις κατεδυνάστευε τῶν Οὑννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Μαλὰχ ἀποβο λήν. αὕτη τοὺς προτραπέντας παρὰ Καβάδου τοῦ βασιλέως Περσῶν δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὕννων ἐνδοτέρων, Στύ ρακα καὶ Γλώην, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων, περιόν τας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων εἴκοσιν ἐκράτησε, καὶ τὸν λαὸν πάντα κατέκοψε. καὶ τὸν μὲν Στύρακα δέσμιον τῷ βασιλεῖ ἐν Κωνσταντινουπόλει ἔπεμψεν, ὁ δὲ Γλώης ἐν τῷ πολέμῳ ἐσφάγη. γέγονε δὲ αὕτη σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Ἰουστινιανῷ. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσπόρου ῥὴξ τῶν Οὕννων, Γορδᾶς λεγόμενος, προσερρύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανός. καὶ πολλὰ δοὺς αὐτῷ ὁ βασιλεὺς ἀπέστειλεν εἰς τὴν ἰδίαν χώραν, ὑποσχομένῳ φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βοσπόρου πόλιν, ἥτις οὕτως ἐκλήθη ἀπὸ τοῦ τελεῖν Ῥωμαίοις κατ' ἔτος ἀντὶ χρημάτων βόας, ἀπαιτεῖν δὲ τὰς συντελείας τῶν βοῶν. ἀπελθὼν δὲ εἰς τὴν ἰδίαν χώραν διηγήσατο τῷ ἰδίῳ ἀδελφῷ τὴν τοῦ βασιλέως ἀγάπην καὶ φιλοτιμίαν, καὶ ὅτι Χριστιανὸς γέγονε, συνέτριψε δὲ πάντα τὰ τῶν Οὕννων ἰνδάλματα καὶ ἐχώνευσεν. ἐπὶ τούτῳ χολώσαντες οἱ Οὗννοι μετὰ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ Μοαγέρα ἐφόνευσαν αὐτόν, καὶ ἐποίησαν ῥῆγα τὸν Μοαγέραν. ἐλθόντες δὲ εἰς Βό σπορον ἀπέκτειναν τὸν τριβοῦνον ∆αλματίας καὶ τοὺς στρατιώ 1.645 τας. ταῦτα ἀκούσας ὁ βασιλεὺς τὸν ἀπὸ ὑπάτων Ἰωάννην τὸν υἱὸν τοῦ πατρικίου Ῥουφίνου ἀπέστειλε μετὰ βοηθείας Σκυθικῆς πολλῆς καὶ Γοδίλαν διὰ γῆς ἀπὸ Ὀδησσοῦ πόλεως, καὶ Βαδύριον στρατηγόν. καὶ ἀκούσαντες οἱ Οὗννοι ἀφανεῖς γεγόνασι, καὶ γέγονεν εἰρήνη ἐν Βοσπόρῳ, καὶ ἐκράτησαν αὐτῶν οἱ Ῥωμαῖοι ἀφόβως. Ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς πάσας τὰς ἐκκλησίας τῶν αἱρε τικῶν δέδωκε τοῖς ὀρθοδόξοις, χωρὶς τῶν ἐξωκιονιτῶν Ἀρειανῶν. τύπον δὲ δέδωκε περὶ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ ὀρφανο τρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχον ἐν τῇ ἰδίᾳ ὑποστάσει εἰς ταῦτα ἵνα διατίθενται, ἀφ' ἧς δὲ ὥρας προεχειρίσθησαν, μὴ ἔχειν ἄδειαν εἰς ἃ κερδή σοιεν διατίθεσθαι, ἀλλὰ τὰ αὐτῶν πάντα τὸν εὐαγῆ οἶκον κληρο νομεῖν. πληροῖ δὲ καὶ τὸ μέσαυλον τῆς βασιλικῆς Ἴλλου κινστέρ νης, ἣν καὶ μεγάλην ἐποίησε, καὶ τὸ λουτρὸν τοῦ ∆αγισθέως, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος.
Τῷ βʹ ἔτει Ἠσαΐας ὁ Ῥόδου ἐπίσκοπος καὶ Ἀλέξανδρος ∆ιοσπόλεως τῆς Θρᾴκης καὶ ἕτεροι πολλοὶ κατεσχέθησαν ἀρρενο φθόροι. καὶ τοὺς μὲν ἐκαυλοκόπησε, τοῖς δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων προσέταξε, καὶ γυ μνοὺς κατὰ τὴν ἀγορὰν θριαμβευθῆναι. ὑπῆρχον δὲ καὶ τῶν πολιτῶν καὶ συγκλητικῶν πολλοὶ καὶ τῶν ἀρχιερέων οὐκ ὀλίγοι, οἳ ἐκτμηθέντες καὶ δημευθέντες κατὰ τὴν ἀγορὰν γυμνοὶ οἰκτρῶς 1.646 ἐτελεύτησαν. καὶ γενομένου φόβου μεγάλου οἱ λοιποὶ ἐσωφρονί σθησαν. νόμους τε σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων ἐξέθετο, τοὺς δὲ παλαιοὺς νόμους πάντας ἀνενέωσε, ποιήσας μονόβιβλον, ὃ καὶ Νεαρὰς διατάξεις ἐκάλεσε. Τῷ δ' αὐτῷ ἔτει, μηνὶ Νοεμβρίῳ κθʹ,