238
ὥρᾳ τρίτῃ τῆς ἡμέ ρας, ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρῴην παθεῖν αὐτήν. ἐγένετο γὰρ σεισμὸς μέγας ἐπὶ ὥραν μίαν καὶ βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός, καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη. καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν. καὶ πᾶσα ἡ γενομένη εὐπρέπεια ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν, καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. ἀπέθανον δὲ ἐν τῇ πτώσει ταύτῃ καὶ χιλιάδες τέσσαρες λαοῦ καὶ ωοʹ ἄνδρες. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰς ἄλλας πόλεις. γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος, ὡς λιτανεύειν πάντας ἀνυποδέτους μετ' ὀδυρμῶν πυκνῶν. ἐφάνη δέ τινι θεοσεβεῖ ἀνθρώπῳ ἐν ὁράματι εἰπεῖν πᾶσιν ἵνα ἐπιγράψωσιν εἰς τὰ ὑπέρθυρα αὐτῶν "Χριστὸς μεθ' ἡμῶν, στῆτε." καὶ τού του γενομένου ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ Αὐγοῦστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνακαινισμὸν τῆς Ἀντιόχου πόλεως, καὶ μετωνόμασαν αὐτὴν Θεούπολιν. Τούτῳ τῷ ἔτει Σαμαρῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βα σιλέα τινὰ Ἰουλιανὸν ἔστεψαν, καὶ κατὰ Χριστιανῶν ὅπλα κινή 1.647 σαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπρησμοὺς εἰργάσαντο· οὓς ὁ θεὸς παρέδωκεν εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ πάντας ἀφανίσας τὸν Ἰουλιανὸν ἀπεκεφάλισε. καὶ μετὰ τὸν διωγμὸν τῶν Ἑλλήνων καὶ πάσης αἱρέσεως, καὶ μετὰ τὸ τεθῆναι δόγμα ἑλληνίζοντας μὴ πολιτεύεσθαι ἢ αἱρετικούς, εἰ μὴ μόνους τοὺς ὀρθοδόξους Χρι στιανούς, προθεσμίαν δίδωσι τοῖς τοιούτοις εἰς ἐπιστροφὴν τριῶν μηνῶν. Τῷ δʹ ἔτει ἐφάνη κομήτης μέγας καὶ φοβερός, εἰς τὸ δυτι κὸν μέρος πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας, ὃν ἔλεγον λαμπαδίαν· καὶ ἔμεινε λάμπων ἐπὶ ἡμέρας εἴκοσι. Τῷ εʹ ἔτει γέγονεν ἡ ἀνταρσία τοῦ λεγομένου Νίκα, καὶ ἔστεψαν οἱ τῶν δήμων βασιλέα Ὑπάτιον τὸν συγγενῆ Ἀναστασίου τοῦ βασιλέως. ἐκαύθη δὲ πολὺ μέρος τῆς πόλεως, ἥ τε μεγάλη ἐκκλησία καὶ τὰ χαρτῶα αὐτῆς δικαιώματα καὶ ἡ πρόσοδος πᾶσα, ἥ τε ἁγία Εἰρήνη καὶ οἱ ξενῶνες, ὅ τε τοῦ Σαμψὼν καὶ ὁ Εὐβού λου, μετὰ τῶν ἀρρώστων, καὶ τὸ προσκήνιον τῆς βασιλικῆς καὶ τὸ Αὐγουσταῖον καὶ ἡ χαλκόστεγος τοῦ παλατίου, ἣ ἔκτοτε καὶ νῦν χαλκῆ προσαγορεύεται διὰ τὸ ἐκ χαλκῶν κεράμων κεχρυσωμέ νων ἐστεγάσθαι αὐτήν. ἐκάησαν δὲ καὶ οἱ δύο ἔμβολοι μέχρι τοῦ φόρου. ὁ δὲ λαὸς καὶ τὸν βασιλέα Ἰουστινιανὸν ἀναθεματίζοντες ἐφύβριζον. ἥτις ἀνταρσία ἐπαύθη διὰ Βελισαρίου καὶ Μούνδου καὶ Ναρσῆ, ἀνελόντων λεʹ χιλιάδας καὶ αὐτὸν Ὑπάτιον. τότε δὴ ἐνεπρήσθη καὶ τὸ ὀκτάγωνον καὶ τὸ λοετρὸν τοῦ Σεβήρου τὸ 1.648 λεγόμενον Ζεύξιππος, ἐν ᾧ ποικίλη τις ἦν θεωρία καὶ λαμπρότης τεχνῶν, τῶν τε μαρμάρων καὶ λίθων καὶ ψηφίδων καὶ εἰκόνων διὰ χαλκοῦ πεποιημένων τῶν ἀπ' αἰῶνος ἀνδρῶν ἔργα, μόνον τῷ μὴ παρεῖναι αὐταῖς ψυχὰς τῶν ἐς οὓς ἐγένοντο. εἱστήκει τοι γαροῦν μετὰ τῶν ἐξαιρέτων καὶ νοῦν ὑπερβαινόντων τούτων καὶ Ὅμηρος, ὁποῖος ἦν, συνάγων τὸν νοῦν, τὼ χεῖρε συζεύξας ὑπὸ τὰ στέρνα. καὶ πώγων αὐτοῦ ἁπλῶς καθεῖτο, θρίξ τε ἐπὶ τῆς κεφαλῆς ὁμοία ἐν τοῖς ἑκατέρωθεν τοῦ βρέγματος ἀραιουμένη, τετριχωμένῳ δὲ τῷ προσώπῳ γήρατι καὶ ταῖς ὑπὲρ τοῦ παντὸς φροντίσι ῥὶς μὲν ἦν μετρίως ἔχουσα πρὸς ἅπαντα, ὄμματα δὲ συνημμένα τοῖν βλεφάροιν, οἷον καὶ ὁ περὶ αὐτοῦ λόγος ἔχει, τυφλὸν ἐμφαίνοντα. ἀνεβέβλητο δὲ καὶ τριβώνιον ἐπὶ χιτῶνι, καὶ ὅσον εἰς βάσιν ἱμάς τις χαλκοῦς τοῖς ποσὶν ὑπέκειτο. στῆλαι δὲ ἦσαν ἐκ χαλκοῦ πεποιημέναι τῶν σοφῶν ἁπάντων τῶν ὑψηλῶν καὶ ποιητῶν καὶ ῥητόρων, καὶ ὅσοι ἐπ' ἀνδρίᾳ ἐγένοντο διαβόητοι. ᾤχετο τοίνυν σὺν τούτοις καὶ ὁ ἐκ τῶν φώτων τῶν κατὰ τὰς ἑσπέ ρας λαμπτήρων ἐπικαλούμενος οἶκος, ἅτε τὸν ὄροφον καὶ αὐτὸς ἐκ ξύλων ἔχων, ἐν ᾧ αἱ περιουσίαι τῶν ἐμπορευομένων τά τε ση ρικὰ καὶ πολυτελῆ καὶ χρυσόπαστα. καὶ πᾶν τὸ κάλλος τῆς πό λεως, ὅπερ ὑπὸ τοῦ πρῴην μεγάλου ἐμπρησμοῦ κατελείφθη, ἀπώλετο. τῷ αὐτῷ ἔτει γέγονεν ἀστέρων δρόμος πολύς,