239
ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν ὅτι ἰδοὺ οἱ ἀστέρες πίπτουσι· τί ἄρα ἔσται οὐκ οἴδαμεν.
1.649 Τῷ ʹ καὶ ζʹ ἔτει τὰ τοῦ Βελισαρίου στρατηγήματα κατὰ Λιβύην ἐγένοντο, ἅτινα Προκόπιος ὁ Καισαρεὺς ἐν ηʹ βιβλίοις συνεγράψατο. οὗτος τὴν Καρχηδόνα κρατήσας καὶ ἄλλα ἔθνη πολλά, τὸν δὲ Γιλίμερα φυγόντα εἰς Νουμιδίας τὸ ὄρος Παπ πούαν περιεστοίχισε. καταλιπών τε τὸν Φαρὰν εἰς πολιορκίαν ἐκείνου εἰσῆλθεν ἐν Κωνσταντινουπόλει. ὁ δὲ Γιλίμερ ἐλεεινῶς χειμαζόμενος γράφει τῷ Φαράν, ἀξιῶν πεμφθῆναί οἱ ἄρτον καὶ σπόγγον καὶ κιθάραν· παρ' ἐκείνοις γὰρ τοῖς Μαυρουσίοις οὔτε οἶνος οὔτε ἔλαιον οὔτε σῖτος γεωργεῖται, ἀλλὰ κριθὰς καὶ ὀλύρας ὡς ἄλογα ζῷα ἑφθὰ σιτίζονται. ὁ δὲ Φαρὰς διηπόρει περὶ τού των, ἕως ὁ τὴν ἐπιστολὴν κομίσας ἔφη ὅτι ἄρτον μὲν ἐπιθυμεῖ γεύσασθαι καὶ ἰδεῖν, τὸν σπόγγον δὲ διὰ τὸ τὰ δάκρυα ἀπομάτ τεσθαι, τὴν δὲ κιθάραν, ὅπως τὰς συμφορὰς αὐτοῦ ἐκτραγῳδοίη. ταῦτα Φαρὰς ἀκούσας, περιαλγήσας τε καὶ τὴν ἀνθρωπίνην τύ χην ἐκμυκτηρίσας, πάντα ἐξέπεμψε. πάλιν δὲ ἐξαπέστειλεν ὁ βασιλεὺς τὸν Βελισάριον στρατηγὸν μετὰ πλήθους ἀναριθμήτου καὶ πλοίων καὶ χρυσοῦ πολλοῦ καταπολεμῆσαι Οὐανδήλους καὶ Ἀφρικὴν ἐκπορθῆσαι· ὃς ἀγχινοίᾳ καὶ φρονήσει καὶ ἀνδρίᾳ πάντα ληϊσάμενος, καὶ Γιλίμερ ἐγκρατῆ ποιησάμενος, ἀνήγαγεν ἐν τῇ πόλει μετὰ πλούτου πολλοῦ καὶ ἐθριάμβευσεν ἐν τῷ ἱππικῷ, ὑπα τείαν ποιήσας ἐν τῇ πόλει, ὥστε Ἰουστινιανὸν ἀποδεξάμενον ἐν μὲν τῷ ἑνὶ μέρει τοῦ νομίσματος ἑαυτὸν ἐγχαράξαι, ἐν δὲ τῷ ἑτέρῳ Βελισάριον ἔνοπλον, καὶ ἐπιγράψαι "Βελισάριος ἡ δόξα τῶν Ῥωμαίων." ἀλλ' οἷα φθόνος ἐν μεγάλῃ εὐδαιμονίᾳ εἴωθε 1.650 ποιεῖν, ὤδινε καὶ ἐς Βελισάριον. διαβληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης, καὶ Σολομῶν ἀντ' αὐτοῦ στρατηγὸς ἐπέμ φθη, ὃς τὰ κτηθέντα Βελισαρίῳ φυλάξαι μὴ δυνηθεὶς τοῖς Οὐανδήλοις πάντων παρεχώρησεν. ἐφέρετο δέ τις λόγος ἐκ πα λαιοῦ παρ' αὐτοῖς, ὅτι τὸ τρίτον διώξει τὸ πρότερον καὶ πάλιν τὸ δεύτερον διώξει τὸ τρίτον· Γιζέριχος γὰρ πρῶτος τὸν Βονιφά κιον ἐτρέψατο, ὕστερον δὲ πάλιν Βελισάριος Γιλίμερα. ἐν τούτῳ τῷ χρόνῳ ὁ ἥλιος, ὥσπερ ἡ σελήνη, χωρὶς ἀκτίνων τὴν αἴγλην ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτόν, ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει. ἐν τούτῳ τῷ χρόνῳ οὔτε πόλεμος οὔτε θάνατος ἐπιφερόμενος τοῖς ἀνθρώποις ἐπέλιπε. Τούτου τῷ βʹ ἔτει ἀνεκαίνισεν ἐκ θεμελίων Ἰουστινιανὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρότερον, παραδοὺς καὶ τροπάριον αὐτῇ ὑπ' αὐτοῦ μελισθὲν ψάλ λεσθαι "ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ." ἐποίησε δὲ καὶ τὸ ὡρολόγιον τοῦ μιλίου.
Τῷ ηʹ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαβαναρζὸς πρὸς Ἰουστινιανὸν τὸν βασιλέα ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ τῆς γυ ναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, αἰτούμενος σύμμαχος Ῥωμαίων καὶ φίλος γνήσιος γενέσθαι. ὁ δὲ βασιλεὺς τοῦτο ἀποδεξάμενος πολλὰ αὐτῷ τε καὶ τῇ συγκλήτῳ αὐτοῦ ἐφιλοτιμήσατο. καὶ ἡ Αὐ γοῦστα δὲ τῇ γυναικὶ αὐτοῦ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχα ρίσατο, καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ εἰς τὴν ἰδίαν βασιλείαν. 1.651 Τῷ ιʹ ἔτει Ἀγαπητὸς ὁ ἐπίσκοπος Ῥώμης σύνοδον ἐν Κωνσταντινουπόλει ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σεβήρου καὶ Ἰου λιανοῦ τοῦ Ἁλικαρνασέως καὶ τῶν λοιπῶν θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος ἐπίσκοπος Κωνσταντινουπόλεως ὁμόφρων αὐτῶν καθῃρέθη, ἐπισκοπήσας μετὰ Ἐπιφάνιον μῆνας δέκα. χειροτο νεῖται δὲ ἀντ' αὐτοῦ Μηνᾶς πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψὼν ὑπὸ Ἀγαπητοῦ πάπα Ῥώμης. τελευτᾷ δὲ ὁ Ῥώμης ἐ Κωνσταντινουπόλει, καὶ χειροτονεῖται ἀντ' αὐτοῦ Σίλβεστρος, ζήσας χρόνον ἕνα. Τῷ ιαʹ ἔτει γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας, καὶ ἐξῆλθεν ἡ λιτὴ ἀπὸ τῆς ἁγίας ἀναστάσεως μετὰ τοῦ πατριάρχου καὶ τοῦ βασιλέως σὺν τῷ λαῷ. ἀπὸ δὲ τῆς ἡμέρας τῆς καύσεως αὐτῆς μέχρι τῶν ἐγκαινίων ἔτη εʹ μῆνες ιαʹ καὶ ἡμέραι ιʹ παρῆλ θον· ἐν