241
στρατεύσασθαι. Βελισάριος δὲ ἀντ' οὐδενὸς τούτους τοὺς λόγους ἐποιεῖτο, τὸν Χοσρόην λέγων αἴτιον εἶναι τοῦ πολέμου· εἰ γὰρ εἰρήνης ἐφίετο, οὐκ ἂν εἰς τὴν Ῥωμαίων γῆν ἀφικόμενος ταύτην ἐζήτει, ἀλλ' εἰς τὴν ἰδίαν χώραν μένων τοὺς πρέσβεις ἐξεδέχετο. καὶ ταῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο. ὁ δὲ πρὸς Χοσρόην ἀφικόμενος ἔφη στρατηγὸν ἑωρακέναι Βελισάριον συνετὸν καὶ ἀνδρεῖον ὑπέραγαν, στρατιώτας δὲ οἵους αὐτὸς ἄλλους οὐπώποτ' εἶδον, ὧν τὴν εὐκοσμίαν ἐθαύ μασα. καὶ συνεβούλευσε Χοσρόην μὴ συμπλέκεσθαι εἰς μάχην μετ' αὐτοῦ, ὅπως μὴ ἡττηθέντος αὐτοῦ τὸ πᾶν διαπέσῃ τῆς τῶν Περσῶν βασιλείας, ἐν γῇ Ῥωμαίων ὑπάρχοντος καὶ φυγῆς τόπον μὴ ἔχοντος. καὶ τὸ νικᾶν αὐτὸν οὐ μέγα· στρατηγὸν γὰρ Ῥω μαίων νικήσειεν. ὁ δὲ Χοσρόης τῇ τούτου παραινέσει πεισθεὶς ἀναστρέφειν εὐθὺς ἐπὶ τὰ ἴδια διενοεῖτο· ἐφοβεῖτο γὰρ τὴν διά βασιν τοῦ ποταμοῦ ποιήσασθαι ὡς τῶν Ῥωμαίων ταύτην κατεχόν των. καὶ πρὸς Βελισάριον πέμπει παρακαλῶν τοὺς τὸν ποταμὸν διαβάντας ἀναστεῖλαι, καὶ τούτῳ τὴν πάροδον ἀκωλύτως παρέ ξειν. Βελισάριος δὲ πρὸς αὐτὸν εὐθὺς πρέσβεις ἔπεμψε, καὶ τοῦτον τῆς ἀναχωρήσεως ἐπῄνεσε, καὶ πρέσβεις ἐκ τοῦ βασιλέως συντόμως ἥκειν διεβεβαιοῦτο, ὅπως τὴν εἰρήνην βραβεύσωσιν. 1.655 ἠξίου δὲ Χοσρόης Βελισάριον διὰ τῆς τῶν Ῥωμαίων γῆς τὴν πάρο δον ποιήσασθαι ἀκινδύνως· ὁ δὲ Ἰωάννην τὸν Ἐδεσηνόν, ἄνδρα περιφανέστατον, ὅμηρον τῷ Χοσρόῃ ἀπέστειλε πρὸς τὸ ἀκινδύνως παρελθεῖν αὐτὸν τὴν τῶν Ῥωμαίων χώραν. οἱ δὲ Ῥωμαῖοι Βελισάριον ἐν εὐφημίαις εἶχον μᾶλλον ἐνευδοκιμήσαντα ἐν τούτῳ τῷ ἔργῳ ἢ ὅτε Γιλίμερα δορυάλωτον καὶ Οὐιττίγην τοὺς δύο βασιλεῖς εἰς τὸ Βυζάντιον ἤγαγεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου τε καὶ ἐπαί νου ἄξιον τὸ γενόμενον· πεφοβημένων γὰρ τῶν Ῥωμαίων καὶ ἐν τοῖς ὀχυρώμασι κρυπτομένων πάντων, Χοσρόου δὲ σὺν στρατῷ μεγάλῳ ἐν μέσῳ γεγονότος τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἄνδρα ἕνα ἐν τῷ ὀξεῖ δρόμῳ ἐκ Βυζαντίου ἥκοντα ἀπεναντίας τοῦ τῶν Περ σῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδο κήτου τῇ τούτου σοφίᾳ ἐξαπατηθέντα ἄπρακτον εἰς τὰ οἰκεῖα ὑποχωρῆσαι.
Τῷ δ' αὐτῷ ἔτει Τιμοθέου ἐπισκόπου Ἀλεξανδρείας τελευ τήσαντος, Σεβῆρος ὁ δυσσεβὴς Ἀντιοχείας μοιχὸς καὶ Ἰουλιανὸς Ἁλικαρνασεὺς ἐν Ἀλεξανδρείᾳ φυγόντες, περὶ φθαρτοῦ καὶ ἀφθάρτου διενεχθέντες, κατ' ἀλλήλων γεγόνασιν ὡς ἀληθείας ὄντες ἀλλό τριοι. καὶ οἱ μὲν Θεοδόσιον οἱ δὲ Γαϊνᾶν προβάλλονται εἰς ἐπίσκοπον Ἀλεξανδρείας. καὶ Γαϊνᾶς μὲν ἐκράτησε τῆς ἐπισκοπῆς ἐνιαυτόν, ὁ δὲ Θεοδόσιος δύο. τούτους δὲ Ἰουστινιανὸς ἤγαγεν εἰς τὸ Βυ ζάντιον, καὶ ἀπ' ἀλλήλων ἐχώρισε. Παῦλον δέ τινα δοκοῦντα εἶναι ὀρθόδοξον ἐπίσκοπον Ἀλεξανδρείας προεβάλετο· ὃς τὴν μνή μην Σεβήρου τοῦ ἀνιεροῦ ποιήσας ἐξεβλήθη τῆς ἐπισκοπῆς δι' 1.656 ὀργὴν τοῦ βασιλέως, καὶ ἀπελθὼν διέτριβεν εἰς Ἱεροσόλυμα. τούτῳ τῷ ἔτει σεισμὸς ἐγένετο μέγας ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον ἐκκλησίαι καὶ οἶκοι καὶ τὸ τεῖχος μάλιστα τὸ κατὰ τὴν χρυσῆν πόρταν, καὶ ἡ λόγχη τοῦ ἀνδριάντος τοῦ φόρου, καὶ ἡ δεξιὰ χεὶρ τοῦ ἀνδριάντος τοῦ Ξηρολόφου. Τῷ ιεʹ ἔτει Ἀδὰδ ὁ τῶν Ἀξουμιτῶν βασιλεὺς βουλόμενος πολεμῆσαι μετὰ ∆αμιανοῦ τοῦ βασιλέως τῶν Ἑβραίων διὰ τὸ ἀποκτεῖναι τὸν ∆αμιανὸν τοὺς Χριστιανοὺς πραγματευτάς, ηὔξατο ὡς ἐὰν νικήσω τὸν Ὁμηρίτην, ἵνα γένωμαι Χριστιανός. καὶ τοῦ πολέμου κροτηθέντος τῇ τοῦ θεοῦ συνεργείᾳ ἐνίκησε τοὺς Ἑβραίους, καὶ ἔλαβε ζῶντα αἰχμάλωτον τὸν ∆αμιανὸν τὸν βασιλέα αὐτῶν καὶ τὴν χώραν καὶ τὰ βασίλεια αὐτῶν. καὶ εὐχαριστήσας τῷ θεῷ, πέμπει πρὸς τὸν βασιλέα Ἰουστινιανὸν ὡς ἀποστείλῃ αὐτοῖς ἐπι σκόπους καὶ κληρικούς. καὶ ἐπίστευσε πᾶσα ἡ χώρα καὶ ἐβαπτί σθη, καὶ ἐγένοντο Χριστιανοί. Τῷ ιʹ ἔτει, μηνὶ Σεπτεβρίῳ ʹ, ἡμέρᾳ αʹ, ἰνδικτίωνι ζʹ, γέγονε σεισμὸς μέγας εἰς ὅλον τὸν κόσμον, καὶ ἐπτώθη τὸ ἥμισυ τῆς Κυζίκου. ἐπληρώθη δὲ καὶ ὁ χαλκοῦς κίων ὁ μέγας ὁ Αὐ γουστίων, καὶ ἀνηνέχθη ἡ στήλη τοῦ Ἰουστινιανοῦ ἔφιππος, κρα τοῦσα τῇ μὲν