242
ἀριστερᾷ χειρὶ μῆλον σφαιροειδὲς ὡς τῆς γῆς ἁπά σης αὐτοῦ κυριεύσαντος, τὴν δεξιὰν δὲ ἀνατεταμένην ἔχουσα καὶ οἱονεὶ Πέρσαις διακελευομένην "στῆτε καὶ τῆς Ῥωμαίων γῆς μὴ ἐπιβῆτε." ὁ δὲ περὶ αὐτὸν τὸν κίονα χαλκὸς ἅπας κέραμος ἦν 1.657 διάχρυσος, τὴν εἴσοδον τοῦ παλατίου Κωνσταντίνου τοῦ μεγάλου βασιλέως ἐπικαλύπτων, ἥτις καὶ μέχρι τοῦ νῦν χαλκῆ προσαγο ρεύεται. οὗτος δέ ἐστιν ὁ κίων ὁ λεγόμενος Αὐγουστίων. Τῷ ιζʹ ἔτει ἀνεφάνη τις χαλκεὺς Ἀνδρέας ὀνόματι, ἔχων μεθ' ἑαυτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὃς ἐποίει τέρατα. παρε στῶτος γὰρ αὐτῷ ὄχλου, λάθρᾳ τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἑστώτων δακτυλίδια, χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ, καὶ ἐτίθη εἰς τοὔδαφος περισκέπων αὐτὰ χώματι, καὶ ἐπέτρεπε τὸν κύνα, καὶ ἐλάμβανε καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἀπεδίδου κατ' ὄνομα. ἀλλὰ καὶ τῶν παρεστώτων ἀνδρῶν τε καὶ γυναικῶν ἀπεδείκνυε τὰς ἐν γα στρὶ ἐχούσας καὶ πόρνους καὶ μοιχοὺς καὶ ἐλεήμονας καὶ κνιπούς· πάντας μετὰ ἀληθείας ἐδείκνυεν. ὅθεν ἔλεγον τὸν κύνα πνεῦμα Πύθωνος ἔχειν. Τῷ ιηʹ ἔτει ἐπανέστη ἡ θάλασσα τῇ Θρᾴκῃ ἐπὶ μίλια δʹ, καὶ ἐκάλυψεν αὐτὴν ἐπὶ τὰ μέρη Ὀδησοῦ καὶ ∆ιονυσιούπολιν καὶ τὸ Ἀφροδίσιον, καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασι· καὶ πάλιν τῷ τοῦ θεοῦ προστάγματι ἀποκατέστη ἡ θάλασσα εἰς τοὺς ἰδίους τόπους.
Τῷ ιθʹ ἔτει γέγονε λεῖψις σίτου καὶ οἴνου, καὶ χειμὼν πολὺς ἐν τῷ Βυζαντίῳ, καὶ διαστροφὴ τοῦ ἁγίου πάσχα, καὶ ἐποίησαν οἱ δῆμοι τὴν ἀπόκρεων μηνὶ Φεβρουαρίῳ δʹ. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα παραθεῖναι κρέας, καὶ πάντων τῶν κρεωπώλων προβαλόντων οὐδεὶς ἠγόρασεν οὐδὲ ἤσθιον. τὸ δὲ 1.658 πάσχα γέγονε κατὰ τὸ βασιλικὸν πρόσταγμα, καὶ εὑρέθη ὁ λαὸς νηστεύσας ἑβδομάδα περισσήν. Τῷ κʹ ἔτει παρελήφθη ἡ Ῥώμη ὑπὸ τῶν Γότθων, ὁ δὲ πά πας Βιγίλιος ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. τῷ δ' αὐτῷ ἔτει, τῷ σαββάτῳ τῆς πεντηκοστῆς, ἱππικοῦ γενομένου γέγονε μάχη τῶν δύο μερῶν, καὶ ἀποστείλας ὁ βασιλεὺς ἀνεῖλε πολλοὺς ἐξ αὐτῶν. Τῷ καʹ ἔτει γεγόνασι σεισμοὶ φοβεροὶ καὶ βροχαὶ μεγάλαι. μηνὶ Ἰουλίῳ ιαʹ ἐκοιμήθη ἡ βασιλὶς Θεοδώρα εὐσεβῶς. Τῷ κβʹ ἔτει γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ ὑπὲρ φύσιν, ὥστε πολλοὺς καθεύδοντας ὑπὸ τῶν ἀστραπῶν βλαβῆναι. τῷ Ἰουλίῳ μηνὶ γέγονε πάλιν συμβολὴ ἐξ ἀμφοτέρων τῶν τοῦ δήμου μερῶν, καὶ ἐμπρησμός, ὃς ἠφάνισε τὰ ἐντυχόντα ἀπὸ τοῦ χαλκοῦ τετραπύλου ἕως τῆς ἐκκλησίας, καὶ ἐγένετο φόνος πολύς. καὶ προκένσου γενομένου ἐν τῷ Ἑβδόμῳ ἀπώλεσαν οἱ βεστιαρῖται τὸ στέμμα τοῦ βασιλέως. καὶ μετὰ μῆνας ηʹ εὑρέθη, ὅπου καὶ ἓν μαργαριτάριον, καὶ ἡ λίθος αὐτοῦ πᾶσα. Τῷ κγʹ ἔτει ἀχθέντος ἱππικοῦ πρεσβευτὴς Ἰνδῶν ἦλθεν ἐν Κωνσταντινουπόλει φέρων ἐλέφαντα, ὃς ἐξελθὼν νυκτὸς ἀπὸ τοῦ στάβλου πολλοὺς ἐφόνευσε καὶ ἄλλους ἐκύλλωσε. τῷ δὲ Ἀπριλ λίῳ μηνὶ ἱππικοῦ γενομένου συμβολὴ τῶν δήμων πάλιν ἐγένετο, καὶ πολλοὶ ἀπέθανον, καὶ οἶκοι καὶ ἐργαστήρια διηρπάγησαν. τῷ 1.659 δὲ Ἰουνίῳ μηνὶ κηʹ γέγονε τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων ἀπο στόλων καὶ ἡ κατάθεσις τῶν ἁγίων λειψάνων Ἀνδρέου Λουκᾶ καὶ Τιμοθέου τῶν ἀποστόλων. Τῷ κδʹ ἔτει ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ῥώμην πολεμῆσαι τοῖς Γότθοις· μετὰ γὰρ τὸ κρατῆσαι αὐτὴν Βελισάριον, πάλιν ἐπανέστησαν οἱ Γότθοι καὶ ἐκράτησαν αὐτήν. τῇ δὲ θʹ τοῦ Ἰουλίου μηνὸς ἐγένετο σεισμὸς φοβερὸς ἐν πάσῃ τῇ Παλαι στίνῃ καὶ Ἀραβίᾳ καὶ Μεσοποταμίᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ, καὶ ἔπαθον πόλεις πολλαί, καὶ ἀπέθανον ἀνθρώπων πλήθη πολλά. ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἐκ τοῦ παρακειμένου τῇ θα λάσσῃ ὄρους τοῦ λεγομένου Λιθοπροσώπου μέρος πολύ, καὶ εἰσ ήχθη εἰς τὴν θάλασσαν, καὶ ἀπετέλεσε λιμένα μέγαν, ὡς εἰσέρχε σθαι ἐν αὐτῷ πλοῖα πολλὰ παμμεγέθη· πρὸ γὰρ τούτου οὐκ εἶχε λιμένα. ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος μίλιον ἕν, καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀποκατέστη. τῷ Αὐγούστῳ μηνὶ ἦλθον