243
ἐπινίκια ἀπὸ Ῥώμης τοῦ Ναρσῆ, ὡς ὅτι ἔσφαξαν οἱ Ῥωμαῖοι τὸν ῥῆγα Τώτιλαν καὶ ἔλαβον τὴν Ῥώμην.
Τῷ κεʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ εʹ σύνοδος τῶν ρξεʹ ἁγίων πατέρων ἐν Κωνσταντινου πόλει, ἐπὶ Βιγιλίου τοῦ ἁγιωτάτου πάπα Ῥώμης, διὰ λιβέλλου τὴν ὀρθὴν πίστιν τηροῦντος· ἧς ἡγοῦντο Εὐτύχιος Κωνσταντινου πόλεως, Ἀπολινάριος Ἀλεξανδρείας καὶ ∆όμνος Ἀντιοχείας, τοποτηρητὴς δὲ Εὐτύχιος Ἱεροσολύμων, κατὰ Σεβήρου τοῦ ἀκεφάλου 1.660 καὶ δυσσεβοῦς. ἀπέχει δὲ τῆς δʹ συνόδου ἔτη ρβʹ. ἀλλὰ καὶ κατὰ τοῦ παράφρονος Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δό γματα διαδεξαμένων, ∆ιδύμου τοῦ ἀπὸ ὀμμάτων καὶ Εὐαγρίου, τῶν πάλαι ἀκμασάντων, καὶ τῶν ἐκτεθέντων παρ' αὐτοῖς κεφα λαίων, ἐν οἷς ἐληρώδουν προϋπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐξ Ἑλληνικῶν ὁρμώμενοι δογμάτων τὴν μετεμψύχωσιν δοξαζόν των, τέλος τε τῆς κολάσεως, καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστα σθαι τὰ αὐτὰ ἐν τῇ ἀναστάσει, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρ χαῖον ἀποκατάστασιν, τὸν δὲ παράδεισον ἀλληγορούντων, καὶ μὴ γεγενῆσθαι μήτε εἶναι ὑπὸ τοῦ θεοῦ αἰσθητόν, μήτε ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. ἅτινα δόγματα ἕως χρόνου τὸ πλέον ἐκρύ πτετο, εἰς πλῆθος δὲ ἐπιδιδόντα καὶ πολλοὺς τῆς ἐκκλησίας λυ μαινόμενα τηνικαῦτα στηλιτευθέντα ἀνεθεματίσθησαν. ἔτι δὲ καὶ κατὰ Θεοδώρου τοῦ Μόψου ἑστίας, διδασκάλου γεγονότος τοῦ Νεστορίου τοῦ Ἰουδαιόφρονος, ἀνεθεμάτισαν μετὰ τῆς λεγο μένης Ἴβα ἐπιστολῆς καί τινων συγγραμμάτων Θεοδωρήτου τοῦ ἐπισκόπου Κύρου, συγγραφέντων κατὰ τῶν ιβʹ κεφαλαίων τοῦ μακαρίου Κυρίλλου. Τὸ δὲ γράμμα τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὴν ἁγίαν σύνοδον περιέχει οὕτως "περὶ μὲν οὖν Ὠριγένους καὶ τῶν ὁμοφρό νων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν, καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ θεοῦ καὶ ἀποστολικὴν ἐκκλησίαν διαφυλάττεσθαι δίκαιον, καὶ τὰ ὁπωσοῦν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει ἐναντία κατακρίνε 1.661 σθαι. ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὠριγένει τῷ Ἀδαμαντίῳ καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦντες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζήτησιν ποιήσασθαι περὶ τούτων, ἵνα μὴ τέλεον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολλοὺς ἀπολέσωσι. λέγουσι γάρ, ἵνα ἐκ τῶν πολ λῶν ὀλίγα μνημονεύσωμεν, ὅτι νόες ἦσαν δίχα παντὸς ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν λογικῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει τε καὶ γνώσει. καὶ ὡς κόρον αὐτῶν λαμβανόντων τῆς θείας ἀγάπης καὶ θεωρίας, κατὰ ἀναλογίαν τῆς ἐπὶ τὸ χεῖρον ἑκάστου τροπῆς λεπτομερέστερα ἢ καὶ παχύτερα σώματα ἀμφιά σασθαι καὶ ὀνόματα κληρώσασθαι, κἀντεῦθεν τὰς οὐρανίους καὶ λειτουργικὰς ὑποστῆναι δυνάμεις. ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελή νην καὶ τοὺς ἀστέρας, καὶ αὐτὰ τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος ὄντα, ἐκ τῆς ἐπὶ τὰ χείρω τροπῆς τοῦτο γεγονέναι ὅπερ εἰσί. τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας ἀποψυγέντα λογικὰ ψυχὰς ὀνομασθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ' ἡμᾶς ἐμβληθῆναι. τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι σώμασι, καὶ δαίμονας ὀνομασθῆναι γενόμενα. καὶ ὅτι ἐξ ἀγγελι κῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ δὲ τῆς ψυ χικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη. ἕνα δὲ μόνον νοῦν ἐκ πάσης τῆς ἑνάδος τῶν λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας 1.662 ἀγάπης καὶ θεωρίας, ὃς καὶ Χριστὸς βασιλεὺς καὶ ἄνθρωπος γεγονέναι. καὶ ὅτι παντελής ἐστι τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ κυρίου πρώτου ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάντων. καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν αὐτὴν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν ᾗ προϋπάρξει ἐτύγχανον, ἀποκαθ ισταμένου δηλονότι καὶ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν λοιπῶν δαι μόνων εἰς τὴν αὐτὴν ἑνάδα, καὶ τῶν ἀσεβῶν καὶ