244
ἀθέων ἀνθρώ πων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνάμεων, καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν θεὸν ὁποίαν ἔχει καὶ ὁ Χριστός, καθὼς καὶ προϋπῆρχεν, ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παντελῶς, οὔτε τῇ οὐσίᾳ οὔτε τῇ γνώσει οὔτε τῇ δυνάμει οὔτε τῇ ἐνεργείᾳ. ὁ γάρ τοι Πυθαγόρας ἀρχὴν τῶν πάντων ἔφησεν εἶναι τὴν μονάδα· καὶ πάλιν Πυθαγόρας καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰπόντες, καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν. ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα ἐκάλεσεν, ὡς οἱονεὶ τῆς ψυχῆς ἐν τούτῳ δεδεμένης καὶ τεθαμμένης. εἶτα περὶ τῆς ἐσομένης κρίσεως καὶ ἀνταποδό σεως τῶν ψυχῶν αὖθις φησίν «ἡ μὲν παιδεραστήσαντος καὶ κακῶς βιώσαντος μετὰ φιλοσοφίας ψυχὴ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ ἐᾶται κολασθῆναι, καὶ οὕτω πτερωθεῖσα τῷ χιλιοστῷ ἔτει ἐκβάλλεται καὶ ἀπέρχεται· αἱ δὲ ἄλλαι ὁπόταν τόνδε τὸν βίον τελέσωσιν, αἱ μὲν εἰς τὰ ὑπὸ γῆν δικαιωτήρια ἐλθοῦσαι δίκην ἅμα καὶ λόγον 1.663 τίσουσιν, αἱ δὲ εἰς οὐράνιόν τινα τόπον κουφισθεῖσαι ὑπὸ τῆς δί κης διάξουσιν ἀξίως, καθὼς ἐβίωσαν.» οὗ τὴν ἀτοπίαν τοῦ λόγου καταμαθεῖν ῥᾴδιον· τίς γὰρ αὐτὸν ἐδίδαξε τὰς τῶν ἐτῶν περιό δους καὶ χιλιάδας; καὶ ὅτι χιλίων διεληλυθότων, τότε τῶν ψυχῶν ἑκάστη εἰς τὸν ἴδιον ἀπέρχεται χῶρον; τὰ δὲ μεταξὺ τού των οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν, μήτοι γε φιλο σόφῳ τοιούτῳ· τοῖς γὰρ τὴν ἀκραιφνῆ πολιτείαν κατωρθωκόσι τοὺς ἀκολάστους καὶ παιδεράστας συνέζευξε, καὶ τούτους κἀκεί νους τῶν αὐτῶν ἔφησεν ἀπολαύσεσθαι. Πυθαγόρας τοίνυν καὶ Πλάτων καὶ Πλωτῖνος καὶ οἱ τῆς ἐκείνων συμμορίας ἀθανάτους εἶναι τὰς ψυχὰς συνομολογήσαντες προϋπάρχειν ταύτας ἔφησαν τῶν σωμάτων, καὶ δῆμον εἶναι ψυχῶν, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπίπτειν, ὡς ἔφην, καὶ τοὺς μὲν πικροὺς εἰς πονη ρούς, τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλυμανεῖς εἰς ἵππους. ἡ δὲ ἐκκλησία τοῖς θείοις ἑπομένη λόγοις φάσκει τὴν ψυχὴν συνδημιουργη θῆναι τῷ σώματι, καὶ οὐ τὸ μὲν πρότερον τὸ δὲ ὕστερον κατὰ τὴν Ὠριγένους φρενοβλάβειαν. διὰ ταῦτα γοῦν τὰ πονηρὰ καὶ ὀλέθρια δόγματα, μᾶλλον δὲ ληρήματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς εἰς ἓν συνηγμένους ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγμένῃ ἐκθέσει, καὶ ἕκαστον τῶν αὐτοῦ κεφαλαίων κα τακρῖναί τε καὶ ἀναθεματίσαι μετὰ τοῦ δυσσεβοῦς Ὠριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησόντων εἰς τέλος." 1.664 Ἅπερ δὴ λοιπὸν ἡ σύνοδος ἀκούσασα, καὶ πάντα βασανί σαντες οἱ θεῖοι πατέρες ἐξεβόησαν "ἀναθεματίζομεν ὅλοις τούτοις μετὰ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησόντων μέχρι τέλους." Ὡσαύτως δὲ καὶ περὶ Θεοδώρου τοῦ Μόψου ἑστίας καὶ τῶν λοιπῶν οὕτω πάλιν φησὶν ὁ βασιλικὸς τύπος." σπουδὴ γέγονε τοῖς ὀρθοδόξοις καὶ εὐσεβῶς προβεβασιλευκόσι τοῖς ἡμετέροις πα τράσι τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις διὰ συνόδων ὁσιω τάτων ἱερέων ἐκκόπτειν, καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυτ τομένης ἐν εἰρήνῃ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν διαφυλάττειν. διόπερ καὶ Κωνσταντῖνος ὁ μέγας Ἀρείου βλασφημοῦντος καὶ λέ γοντος μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ θεῷ καὶ πατρὶ ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τιηʹ πατέ ρας καὶ αὐτὸς ἐκεῖ παραγενόμενος, καὶ τοῦ Ἀρείου καταδικασθέν τος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον κρατῦναι πίστιν, δι' ἧς ὁμολογήσαντες οἱ θεῖοι πατέρες ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ θεῷ καὶ πατρί, ἀλλὰ μὴ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγο νέναι, μέχρι νῦν ᾄδεται. καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτερος Μακε δονίου ἀρνουμένου τὴν θεότητα τοῦ ἁγίου πνεύματος, καὶ Ἀπο λιναρίου τοῦ μαθητοῦ αὐτοῦ βλασφημοῦντος εἰς τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου, καὶ φάσκοντος νοῦν ἀνθρώπινον μὴ εἰληφέναι τὸν τοῦ θεοῦ λόγον ἀλλὰ σαρκὶ ἑνωθῆναι ψυχὴν ἄλογον ἐχούσῃ, συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς ρνʹ πατέρας καὶ μετασχὼν