245
καὶ αὐτὸς τῆς συνόδου, καὶ τῶν εἰρημένων καθαιρεθέντων καὶ ἀναθεματισθέντων αἱρετικῶν μετὰ καὶ τῶν ἀσεβῶν αὐτῶν δογμά 1.665 των καὶ ὁμοφρόνων, παρεσκεύασε τὴν ὀρθόδοξον πίστιν κηρύττε σθαι. καὶ Θεοδόσιος δὲ ὁ νέος τοῦ ἀσεβοῦς Νεστορίου λέγοντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, καὶ τὸν μὲν φύσει υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν δὲ χάριτι υἱὸν ἀσεβῶς εἰσά γοντος, καὶ τὴν ἁγίαν Μαρίαν εἶναι θεοτόκον ἀρνουμένου, συνα γαγὼν τὴν προτέραν ἐν Ἐφέσῳ τῶν διακοσίων ἁγίων πατέρων σύνοδον καὶ ἀποστείλας ἄρχοντας ὀφείλοντας παρεῖναι τῇ συνόδῳ, προσέταξε καὶ τὸν Νεστόριον παραγενέσθαι καὶ κρίσιν ἐπ' αὐτὸν γενέσθαι, καὶ δὴ γενομένης ἀκριβοῦς ἐξετάσεως κατεδίκασαν Νεστόριον καὶ ἀνεθεμάτισαν σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. τούτων δὲ οὕτω προελθόντων, ἐπαναστάντες Κυρίλλῳ τῷ πανοσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος ἐσπούδασαν τό γε ἐπ' αὐτοῖς ἀνατρέψαι τὴν κατὰ Νεστορίου γεγενημένην κρίσιν. ἀλλ' οὖν γε Θεοδόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὄντως ὀρθῶν κατὰ Νε στορίου καὶ τῶν πονηρῶν αὐτοῦ δογμάτων κριθέντων, παρεσκεύασε κρατεῖν γενναίως τὴν ἐπ' αὐτῷ γεγενημένην κρίσιν. καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα καταφλυαρησάντων, γράφει πρὸς τὸν βασιλέα Κύριλλος τοιαῦτα. "ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλολογεῖν εἰωθότων τινὰς ἀγρίων σφηκῶν δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ' ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέντοι καὶ δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυά 1.666 ρησαν, δεῖν ᾠήθημεν ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως. ὦ ἀνόητοι καὶ μόνον εἰδότες συκοφαντεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μανίαν; ἔδει γὰρ σαφῶς ἐννοεῖν ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότητο δια βεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία. ἀλλ' ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς γεγεννῆσθαι τὸ θεῖον σῶμα τοῦ Χρι στοῦ λέγομεν, ὡς φασί, πῶς ἂν νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμα νουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα καὶ τὰ τοιαῦτα τὰ κατ' ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος Ἠσαΐας «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός.» ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν παρθένον εἰπών «μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ, καὶ ἰδοὺ συλ λήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» ὅταν δὲ λέγωμεν ἄνωθεν ἐξ οὐρανοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ οὐχ ὡς ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς ταῦτα φαμέν, ἀλλ' ὡς ἑπόμενοι τῷ ἱερῷ Παύλῳ φάσκοντι «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ὁ κύριος ἐξ οὐρανοῦ.» μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.» καίτοι γεγέννηται κατὰ σάρκα, ὡς εἴρηται, ἐκ τῆς 1.667 ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσας θεὸς λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβών, καὶ κεχρημάτικεν ἀνθρώπου υἱὸς μετὰ τοῦ μεῖναι ὃ ἦν, τουτέστι θεός (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν), ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν. ὠνόμασται δὲ καὶ ἄν θρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν τῶν φύσεων διαφορὰ μὴ ἀγνοῆται, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσίν φαμεν πεπρᾶχθαι. τοιγαροῦν ὁμολογοῦ μεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ λόγον θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατέρος γεννηθέντα