246
κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμε ρῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μα ρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρω πότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· ὅθεν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην οὖν τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν καὶ τὴν ἁγίαν παρθένον ἀληθῶς θεοτόκον, διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐναν θρωπῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. καὶ εἰ δοκεῖ, δεξώμεθα εἰς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ' ἥν ἐσμεν ἄνθρωποι. συντε θείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώμανος, καὶ ὁρῶμεν φύσεις δύο, 1.668 ἑτέραν μὲν τοῦ σώματος ἑτέραν δὲ τῆς ψυχῆς. ἀλλ' εἷς ἐξ ἀμφοῖν καθ' ἕνωσιν ἄνθρωπος, καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ' ἕνα τὸν ἄν θρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος. ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι' ἐναντίας «εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα;» τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σου ἡ θεοσέβεια προδήλως ἐπιστομίζειν." μετὰ δὲ ταῦτα Κυ ρίλλου τελευτήσαντος ἐπιφύεται μοναχός τις καὶ ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος, καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ, κυρῶν τὰ Νεστορίου καὶ τὸ αὐτοῦ πονηρὸν δό γμα, φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ἡμῖν ὁμοούσιον. καὶ δὴ πάλιν μετ' ὀλίγον διαβολικῆς ἰσχυσάσης χειρὸς ἑτέρα σύνο δος ἐν Ἐφέσῳ λῃστρικὴ καὶ οὐχ ὁσία γίνεται, παραπεμφθέντος ἐκεῖσε καὶ Φλαβιανοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν ∆ιοσκόρου Ἀλεξανδρείας ἔχοντος· καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος, ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπι σκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελευκείας.
Kἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ ∆ιοσκόρου καὶ Εὐτυχοῦς δημοσιευομένων πο 1.669 νηρῶν δογμάτων, καὶ πολλῆς ταραχῆς γινομένης μάλιστα ἐν τῇ ἀνατολῇ, φονεύεται Προτέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. τούτων οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασι λεύς, καὶ συναγαγὼν ἐν Χαλκηδόνι τὴν τῶν χλʹ πατέρων σύνο δον, παρόντων ∆ιοσκόρου καὶ Εὐτυχοῦς, μεθ' ὧν καὶ αὐτὸς πορευθείς, καταδικάζονται μὲν ∆ιόσκορος καὶ Εὐτυχὴς καὶ Νε στόριος καὶ πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογράψαντας. καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης, εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι πατέρες. τούτων δὲ τῶν τεσ σάρων συνόδων οὕτω γενομένων καὶ ἐπιβεβαιωθεισῶν καὶ κρατου σῶν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπού δασαν αὖθις τὴν αἵρεσιν αὐτῶν κρατῦναι ... τῆς Θεοδώρου τοῦ Μόψου ἑστίας ἀφορμῆς, πολλῷ χείρονα τοῦ μαθητοῦ αὐτοῦ Νε στορίου βλασφημήσαντος. ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέροις πατράσι, καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώ βητον διαφυλάττεσθαι, προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντας κατ' αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνα σθαι. πρὸς γὰρ ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ δυσφημίαις εἰς Χριστὸν τὸν θεὸν ἡμῶν γενομέναις, ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, ὑπὸ τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείττονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέ ναι, καὶ τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄν 1.670 θρωπον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτι σθῆναι, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος εἰληφέναι, καὶ