247
υἱοθεσίας ἠξιῶσθαι, καὶ καθ' ὁμοίωσιν βασιλι κῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου τὸν Χριστὸν προσκυνεῖ σθαι, καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀνα μάρτητον γεγενῆσθαι. καὶ πρὸς τούτοις εἶπε τοιαύτην γεγενῆσθαι τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστὸν ὁποίαν ὁ ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ἔτι δὲ προτρέπομαι ὑμᾶς ἐξετάσαι καὶ τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου, καὶ ὁμοίως τὰ κατ' αὐτοῦ ἀποφήνασθαι." Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι πατέρες πολυπραγμονή σαντες ἀπεκρίθησαν "ἡ μὲν ἐν Χαλκηδόνι θεία σύνοδος Θεοδω ρήτου καὶ Ἴβα πολλὰ καταβοήσασα οὐκ ἄλλως αὐτοὺς ἐδέξατο, εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρὰ συγγράμματα καὶ Θεό δωρον καὶ Νεστόριον. ἡμεῖς δὲ κατακρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς, τοῖς κατακριθεῖσι καὶ ἀνα θεματισθεῖσιν ὑπὸ τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων, καὶ Θεόδωρον γενόμενον ἐπίσκοπον Μόψου ἑστίας καὶ τὰ δυσσεβῆ συγγράμματα αὐτοῦ, καὶ μέντοι καὶ τὰ κακῶς παρὰ Θεοδωρήτου συγγραφέντα κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφα λαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνόδου, καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστο 1.671 λὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην, τὴν ἀρνουμένην τὸν θεὸν λόγον ἐκ τῆς ἁγίας παρθένου τῆς θεοτό κου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγενῆσθαι, καὶ τὸν θεσπέ σιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν, καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον ὡς χωρὶς κρίσεως καὶ ζητή σεως τὸν Νεστόριον καθελοῦσαν, καὶ τὰ ιβʹ κεφάλαια τοῦ μακα ρίου Κυρίλλου διαπτύουσαν, ἐκδικοῦσαν δὲ Νεστόριον καὶ Θεό δωρον καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα. διὸ δὴ τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων καὶ πάντων ἀθυρο στόμους γλώσσας καὶ τὰς τούτων ἀσεβεστάτας συγγραφάς, αὐτούς τε τοὺς αἱρετικοὺς τοὺς μέχρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακο δοξίᾳ καὶ πονηρίᾳ, μετὰ πατρὸς τοῦ ψεύδους εἰκότως διαβόλου συναριθμοῦντες, ἐροῦμεν «πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.»" Ἐν τούτοις τοῖς ἔτεσι πλούσιός τις ἐν Κωνσταντινουπόλει νοσήσας καὶ τὸν θάνατον δειλιάσας ἔδωκε τοῖς πένησι χρυσίου λί τρας τριάκοντα. καὶ παρὰ προσδοκίαν ὑγιάνας καὶ μεταμεληθεὶς ἐκ διαβολικῆς ἀπάτης θαρρεῖ τοῦτο γνησίῳ καὶ πλουσίῳ φίλῳ αὐ τοῦ. ὁ δὲ λέγει αὐτῷ "μηδαμῶς ὦ ἄνθρωπε παραδέξῃ τὸν πο νηρὸν τοῦτον λογισμόν, καὶ λυπήσεις θεὸν τὸν ἐλεήσαντά σε καὶ ἀναστήσαντα διὰ τὴν ἐλεημοσύνην σου, καὶ ἐπάξει σοι θάνατον αἰφνίδιον, καὶ ἀπέλθῃς ἀμετανόητος." τοῦ δὲ μὴ πειθομένου ἀλλὰ καὶ μᾶλλον ἀποδυσπετοῦντος, ἔφη πρὸς αὐτὸν ὁ φίλος "ἐπεὶ συμβουλεύοντός μου τὰ πρὸς σωτηρίαν οὐ καταδέχῃ, εἴπω σοι 1.672 ἑτέραν βουλήν." ὁ δέ φησι "ποίαν ταύτην;" καὶ ὁ ἀληθὴς ἐλεήμων ἀπεκρίνατο "δεῦρο εἰς τὴν ἐκκλησίαν, καὶ εἰπέ «οὐκ εἰμὶ ἐγὼ κύριε ὁ ποιήσας τὴν ἐλεημοσύνην ἐκείνην, ἀλλ' οὗτός ἐστι,» καὶ παρέξω σοι τὰς τριάκοντα λίτρας εὐθέως." ὁ δὲ ταλαίπωρος ἐκεῖνος ἄνθρωπος συνθέμενος τοῦτο καὶ πρὸς τὴν ἐκκλησίαν ἀπελ θών, τὸ χρυσίον ἐν χερσὶ λαβὼν καὶ τὸν λόγον εἰπών, ἐν τῷ ἐξ έρχεσθαι αὐτὸν πεσὼν παρὰ τὴν πύλην τῆς ἐκκλησίας ἀπέθανε. τῶν κληρικῶν δὲ ἐκπλαγέντων καὶ πάντων τῶν εὑρεθέντων, προε τρέποντο τὸν κύριον τῶν νομισμάτων λαβεῖν αὐτά. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τοῖς πτωχοῖς ταῦτα διένειμεν εἰπών "ὁ θεὸς οὐ μυκτηρίζεται." ἡ γὰρ πρὸς τὸν θεὸν ἐπαγγελία οὐ μόνον ἄχρι χρημάτων ἀλλὰ καὶ μέχρι λόγου φθάνει καὶ προαιρέσεως. ἀνά γκη τοίνυν ἀποδιδόναι πάντας τὰ ἐπηγγελμένα πρὸς θεόν, τὴν μὲν παρθένον τὴν παρθενίαν, τὴν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τοὺς ἐν γάμῳ τὴν σωφροσύνην καὶ τὴν πρὸς ἀλλήλους τιμὴν καὶ ἀγάπην, καὶ τέλος πάντας τὴν εἰς