248
θεὸν πίστιν καὶ εὐλάβειαν καὶ δικαιοσύ νην καὶ ἀνδρίαν. Καὶ ἐν Ἀλεξανδρείᾳ δὲ ἐγένετό τι τοιοῦτον. ἐπίσκοπός τις εὐλαβὴς πάνυ πλησίον ἔχων τινὰ φιλόσοφον Εὐάγριον καλούμενον, ἑταῖρον μὲν αὐτοῦ γενόμενον ἐν τοῖς παιδευτηρίοις, Ἕλληνα δὲ τὴν θρησκείαν, ὃν ὁ ἐπίσκοπος μεταθεῖναι βουλόμενος ἐκ τῆς εἰδωλομανίας πρὸς τὴν τοῦ Χριστοῦ πίστιν συνεχῶς προσεκαλεῖτο καὶ διελέγετο. τοῦ δὲ μὴ πειθομένου ἀλλὰ καὶ σφοδρῶς δυσχε ραίνοντος, εἰπεῖν λέγεται ἐν μιᾷ πρὸς τὸν ἐπίσκοπον "ὄντως, κύριε 1.673 ἐπίσκοπε, καὶ τοῦτο μετὰ πάντων ἀπαρέσκει μοι, ὃ λέγετε οἱ Χριστιανοί, ὅτι συντέλεια τοῦ κόσμου γίνεται καὶ τῶν σωμάτων ἀνάστασις καὶ ἀνταπόδοσις τῶν βεβιωμένων, καὶ ὅτι ὁ ἐλεῶν πτω χὸν θεῷ δανείζει καὶ ἑκατονταπλασίονα μετὰ ζωῆς αἰωνίου ἀπο λήψεται." καὶ τοῦ ἐπισκόπου διαβεβαιουμένου μηδὲν ψεῦδος ἢ χλεύην ἐν τοῖς τῶν Χριστιανῶν εἶναι δόγμασιν, ἀνεχώρησεν Εὐά γριος πολλὴν ἔχων συζήτησιν ἐν ἑαυτῷ. μετὰ δέ τινα χρόνον, θεοῦ συνεργοῦντος τῇ τοῦ ἐπισκόπου διδασκαλίᾳ, πιστεύσας ὁ φιλόσοφος ἐβαπτίσθη· ὃς αὐτίκα παρασχὼν τῷ ἐπισκόπῳ χρυ σίου λίτρας τριακοσίας (ἦν γὰρ πλούσιος σφόδρα) λέγει "δέξαι ταῦτα, ὦ ἐπίσκοπε, καὶ διαδοὺς πτωχοῖς ποίησόν μοι ἰδιόχειρον ὅτι λήψομαι αὐτὰ παρὰ τοῦ θεοῦ." τοῦ δὲ ταῦτα δεξαμένου προθύμως καὶ τὸ γράμμα ποιήσαντος, διεδόθη παρ' αὐτοῦ τοῖς πένησι πάντα. ἐπιζήσας οὖν χρόνους τινὰς ὁ φιλόσοφος ἐν εὐσε βείᾳ καὶ ἀρεταῖς μεγάλαις, παρήγγειλε τοῖς ἑαυτοῦ τέκνοις τελευ τῶν ἐνθεῖναι τὸν χάρτην ἐν τῇ χειρὶ αὐτοῦ καὶ οὕτω ταφῆναι. καὶ τούτου γενομένου, μετὰ τρίτην ἡμέραν ἐπιφαίνεται κατ' ὄναρ ὁ φιλόσοφος τῷ ἐπισκόπῳ λέγων "ἐλθὲ εἰς τὸν τάφον μου, ὦ ἐπί σκοπε, καὶ λάβε τὸ ἰδιόχειρόν σου· ἀπέλαβον γὰρ τὸ χρέος ἑκα τονταπλάσιον, καὶ οὐδένα ἔχω λόγον πρός σε, ἀλλὰ πρὸς τελείαν πληροφορίαν σου ἰδιοχείρως ἐν αὐτῷ καθυπέγραψα." τοῦ δὲ ἐπισκόπου πρωῒ μεταστειλαμένου τοὺς υἱοὺς τοῦ φιλοσόφου, καὶ μαθόντος παρ' αὐτῶν ὡς συνετάφη αὐτῷ τὸ ἰδιόχειρον, ἀπέρχε ται μετὰ τῶν κληρικῶν τῆς πόλεως, καὶ ἀνοίξαντες τὸν τάφον 1.674 εὑρίσκουσι τὸν φιλόσοφον καθήμενον καὶ τὴν χεῖρα μετὰ τοῦ γράμματος προτείνοντα. τῶν δὲ κληρικῶν πειρωμένων λαβεῖν τὸν χάρτην οὐδενὶ τοῦτον ἔδωκε.
Tοῦ δὲ ἐπισκόπου τὴν χεῖρα ἁπλώσαντος παραχρῆμα τὸν χάρτην ἐπιδοὺς ἀνέπεσε πάλιν· ὅνπερ ἀνοίξας ἐπὶ πάντων, εὗρε νεωστὶ ὑπογεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου οὕτως "ἐγὼ Εὐάγριος φιλόσοφος σοὶ τῷ ὁσιωτάτῳ ἐπι σκόπῳ κυρίῳ μου Συνεσίῳ χαίρειν. ἴσθι, πάτερ, ὡς ἔλαβον τὸ χρέος ἑκατονταπλάσιον, καὶ οὐδένα πρός σε λόγον ἔχω περὶ τού του." πάντων οὖν τῶν ἀκουσάντων καταπλαγέντων σφόδρα, καὶ ἐπὶ πολὺ κραζόντων τὸ κύριε ἐλέησον, ἐκέλευσεν ὁ ἐπίσκοπος τὸ τοῦ φιλοσόφου ἰδιόχειρον τηρεῖσθαι ἐν τῷ σκευοφυλακίῳ. Τῷ κζʹ ἔτει, μηνὶ Αὐγούστῳ ιεʹ, γέγονε σεισμὸς μέγας, ὡς πεσεῖν πολλοὺς οἴκους καὶ ἐκκλησίας καὶ λοετρὰ καὶ τὰ τείχη μά λιστα τῆς χρυσῆς πόρτης· καὶ πολλοὶ ἀπέθανον. οὗτος ὁ σεισμὸς παγκόσμιος γέγονεν, ὥστε πᾶσαν τὴν οἰκουμένην σχεδὸν πτωθῆ ναι, καὶ τὴν θάλασσαν ἀναρριχάναι μίλια δύο, καὶ πολλὰ πλοῖα ἀπολέσθαι ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει. καὶ ἐν μὲν τῇ Ἀραβίᾳ καὶ Παλαιστίνῃ καὶ Μεσοποταμίᾳ καὶ Ἀντιοχείᾳ κατεπτώθησαν πόλεις πολλαὶ καὶ κῶμαι, καὶ συνελήφθησαν ἀνθρώπων πλήθη καὶ ἀλόγων, πέπτωκε δὲ καὶ τῆς Νικομηδείας μέρος πολύ, καὶ ἐπε κράτησεν ὁ σεισμὸς ἡμέρας μʹ. γίνεται δὲ ἡ μνήμη τοῦ σεισμοῦ τούτου κατ' ἔτος ἐν τῷ Κάμπῳ λιτανεύοντος τοῦ λαοῦ.
Τῷ κηʹ ἔτει, μηνὶ Ἰουλίῳ, ἐν τῇ συνάξει τοῦ ὄρους γέγονε 1.675 σεισμὸς μέγας. καὶ τῇ ιθʹ ἐγένοντο βρονταὶ καὶ ἀστραπαὶ φοβε ραὶ καὶ ἄνεμος λὶψ μέγας, ὡς πεσεῖν τὸν σταυρὸν τὸν ἱστάμενον ἔσωθεν τῆς χρυσῆς πόρτης. Τῷ κθʹ ἔτει ἐστασίασαν οἱ Ἰουδαῖοι καὶ Σαμαρεῖται ἐν Και σαρείᾳ τῆς Παλαιστίνης, καὶ πολλοὺς