249
Χριστιανοὺς ἀνεῖλον, καὶ τὴν ὑπόστασιν αὐτῶν διήρπασαν· οὓς ὁ βασιλεὺς δι' Ἀδάμαντος ἐφούλκισε καὶ ἀπεκεφάλισε, καὶ ἄλλους ἐξώρισε, πάντας δὲ ἠφάνισε. Τῷ λʹ ἔτει ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς λόγχη, ἀπὸ ἄρκτου ἕως δυσμῶν. Καὶ τῷ λαʹ ἔτει ἐγένοντο πάλιν σεισμοὶ διάφοροι, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τὸ ἀνατολικὸν καὶ τὸ δυτικόν, καὶ πολλαὶ ἐκκλησίαι καὶ οἶκοι ἕως ἐδάφους κατέπεσον. ἀλλὰ μὴν καὶ τὰ προάστεια καὶ τὸ ῥήγιον. ὥστε μὴ γνωρίζεσθαι. καὶ ἐν ἄλλαις δὲ πόλεσιν ἐγένετο ὁ σεισμὸς οὗτος, οἷον οὐκ ἐμνη μόνευσεν ἄνθρωπος ἐν ταῖς γενεαῖς ἐκείναις. καὶ ἐσείετο ἡ γῆ μετὰ φιλανίας ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπὶ ἡμέρας δέκα. διὸ καὶ λυ πούμενος ὁ βασιλεὺς εἰς τὰ γενέθλια καὶ θεοφάνια χωρὶς στέμμα τος προῆλθε, καὶ τὰ ἐξ ἔθους κλητόρια τοῦ δωδεκαημέρου οὐκ ἐποίησεν, ἀλλὰ τὰς ἐξόδους αὐτῶν δέδωκε τοῖς πτωχοῖς. τῷ δὲ Φεβρουαρίῳ μηνὶ γέγονε θνῆσις ἀνθρώπων, καὶ μάλιστα τῶν νέων, ἐν Κωνσταντινουπόλει, ὥστε μένειν ἀτάφους τοὺς ἀποθνή σκοντας ἐπὶ ἡμέρας τρεῖς διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς κραββάτους τῶν ἐκκλησιῶν καὶ τῶν εὐαγῶν οἴκων πρὸς τὸ ἐκφέρειν τοὺς τελευ 1.676 τῶντας. ὅθεν ποιήσας ὁ βασιλεὺς ἕτερα κραββάτια χίλια, καὶ μηδ' οὕτως ἐξαρκούντων, ἁμάξας προσέταξε πλείστας εὐτρεπι σθῆναι, καὶ ἄλογα δέδωκε μυρία πρὸς τὸ ἐκφέρειν τοὺς νεκρούς. ἐπιτεινομένης δὲ τῆς θνήσεως ἔρριπτον τοὺς πλείονας εἰς τὸν αἰ γιαλόν, καὶ ἔμενον ἄταφοι ἕως ἡμέρας ἓξ διὰ τὸ μὴ ἐπαρκεῖν τοῖς ζῶσι θάπτειν τοὺς τεθνεῶτας, μήτε δὲ τὰ πλοῖα ἐξαρκεῖν εἰς τὸ διαπερᾶν αὐτούς. ἐκράτει οὖν ἡ θνῆσις αὕτη μῆνας δύο, Ἰού λιον καὶ Αὔγουστον. ἐγένοντο δὲ βρονταὶ καὶ ἀστραπαὶ μεγάλαι καὶ φοβεραὶ σφόδρα, ὥστε πολλοὺς ὑπ' αὐτῶν κατακαῆναι. Τῷ λαʹ ἔτει ἐπεγένετο αὖθις θανατικόν, καὶ μάλιστα τοῖς παιδίοις, ἀπὸ βουβωνικοῦ πάθους, μῆνας δʹ. καὶ οὐχ ἧττον διέφθειρε τοῦ προτέρου θανατικοῦ πᾶσαν τὴν πόλιν καὶ τὰ πόρρω ταύτης. ἐν δὴ Ἀντιοχείᾳ πάλιν γέγονε σεισμὸς μέγας. μετὰ δὲ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ' ἑσπέρας ἕως πρωΐ, ὥστε πάντας ὑπερεκπλήττεσθαι καὶ λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. γεγόνασι δὲ κοσμικαὶ δημοκρατίαι καὶ φόνοι πολλοὶ καὶ πόλεμοι, καὶ νόσοι καὶ θάνατοι τοῖς ἀνθρώποις οὐκ ἐπέλιπον. ἐν δὲ Ἀν τιοχείᾳ μετὰ τὸ γενέσθαι τὸν σεισμὸν γέγονε βρυγμὸς ἐκ τοῦ οὐρα νοῦ φοβερώτατος, καὶ πολλοὶ ἐκ τοῦ φόβου ἀπέθανον. Τῷ δὲ λβʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ φιλοκαλουμένου τῶν τρούλου τῆς μεγάλης ἐκκλησίας (ἦν γὰρ διερρηγμένος ἐκ τῶν ἐπιγενομένων ἀλλεπαλλήλων σεισμῶν) ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου, καὶ συνέτριψε τὸ κι 1.677 βώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. συνιδὼν οὖν ὁ βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλον, καὶ οὕτως ἐκτίσθη ὑψωθεὶς πλέον εἴκοσι ποδῶν εἰς ὕψος τοῦ πρώτου κτίσματος. ἐποίησε δὲ καὶ τοὺς ἔξω τοῦ ναοῦ κατέναντι τῶν ἔσω πινσῶν τέσσαρας κοχλίας, οὓς ἀπὸ γῆς φυτεύσας μέχρι τοῦ τρού λου ἀνεβίβασεν, ἔρεισμα τούτους τῶν ἁψίδων κατεργασάμενος. τότε ποιεῖ καὶ τὴν ἁγίαν τράπεζαν, ἔργον ἀμίμητον· ἀπό τε γὰρ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου παντοίου καὶ ξύλου καὶ μετάλλου καὶ εἴδους ἄλλου, ὅσα τε γῆ φέρει καὶ θάλασσα καὶ πᾶς ὁ κόσμος, ἐκ πάντων συνάξας τὰ μὲν κρείττονα καὶ τιμιώτερα πλείονα τὰ δὲ ἐλάττω ἐνδεέστερα, τὰ τηκτὰ τήξας τὰ ξηρὰ ἐπέβαλε, καὶ οὕτως εἰς τύπον ἐπιχέας ἀνεπλήρωσεν αὐτήν, ὅθεν καὶ ποικίλη φαινο μένη θάμβος παρέχει τοῖς εἰς αὐτὴν ἀτενίζουσιν, ἐπιγράψας γύ ρωθεν ταῦτα "τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέρομεν οἱ δοῦλοί σου, Χριστέ, Ἰουστινιανὸς καὶ Θεοδώρα, ἃ εὐμενῶς πρόσδεξαι, υἱὲ καὶ λόγε τοῦ θεοῦ, ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς ὑπὲρ ἡμῶν, καὶ ἡμᾶς ἐν τῇ ὀρθοδόξῳ πίστει σου διατήρησον, καὶ τὴν πολιτείαν ἣν ἡμῖν ἐπίστευσας, εἰς τὴν ἰδίαν σου δόξαν αὔξησον καὶ φύλαξον πρεσβείαις τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας."