251
ἀπονενοημένος, ἀσύμβουλος τὰ πλείω φιλοκτίστης, μεγαλόδωρος. τούτου γυνὴ Σοφία. ἐστέφθη δὲ ὑπὸ Ἰωάννου πατριάρχου τοῦ ἀπὸ σχολαστικῶν. εὐσεβὴς δὲ ὢν ἐπεκόσμησε τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν, τοὺς ἁγίους ἀποστόλους, καὶ τὰς λοιπάς, χαρισάμε νος αὐταῖς κειμήλια καὶ ἔπιπλα καὶ πᾶσαν πρόσοδον. ἀπέστειλε δὲ τὸν ἀββᾶν Φωτεινὸν τὸν προγονὸν Βελισαρίου, δοὺς αὐτῷ πᾶ σαν ἐξουσίαν τοῦ εἰρηνεῦσαι τὰς ἐκκλησίας Αἰγύπτου καὶ Ἀλε ξανδρείας. οὗτος ὁ Ἰουστῖνος συνεχῶς νοσηλευόμενος καὶ σκοτο δινιῶν καὶ μὴ δυνάμενος προέρχεσθαι, ἐπεί τινες κατὰ τῶν δυνα στῶν ἐγκαλεῖν οὐκ εἶχον, οἱ δυνάσται τινὸς μὴ φειδόμενοι τὰ 1.681 πάντων διήρπαζον. εἴ ποτε ἴσχυσε προελθεῖν εἰς τὴν ἐκκλησίαν, τούτῳ ἐπεβόων οἱ ἀδικούμενοι ἐλέους τυχεῖν. πάντας τοίνυν ἐπὶ συγκλήτου προσκαλεσάμενος ἔφη "ἐγὼ μὲν ᾤμην ἅπαντας ὑμᾶς εὐσεβεῖς εἶναι καὶ ἀρκεῖσθαι τοῖς ἰδίοις καὶ μηδένα τῶν πτωχῶν ἀδικεῖν, ὑμεῖς δὲ τἀναντία τοῦ θεοῦ πράττετε καὶ τῆς ἐμῆς βασι λείας. ἀλλὰ παρακαλῶ ὑμᾶς, τὰ τῶν πτωχῶν ἀπόδοτε ἑκόντες, μήπως καὶ τὰ ὑμῶν ἀπολέσητε." οἱ δὲ τοῦτο ἀκούσαντες χείρονα μᾶλλον ἢ πρότερον ἔπραττον, ὑπὸ συνηθείας ἑλκόμενοι· δεινὸν γὰρ ἡ συνήθεια, ὥστε καὶ δευτέρα φύσις λελόγισται. αὖθις δὲ τοῦ βασιλέως ἐπὶ πρόκενσον προϊόντος πλείονες ἐπεβόων. ὁ δὲ πάλιν ἐν τῇ προελεύσει τὴν σύγκλητον προσκαλεσάμενος ἔφη "εἰ μὲν ἐκ θεοῦ με καὶ ἐν θεῷ βασιλείαν ἔχειν οἴεσθε, τὰ παρ' ἐμοῦ δικαίως λεγόμενα πράττετε καὶ τοῦ ἀδικεῖν τοὺς πτωχοὺς παύσα σθε· μόνοις γὰρ ἰχθύσι τοῦτο νενόμισται, τὸ τὸν δυνατώτερον καὶ μείζονα κατεσθίειν τὸν ἐλάσσονα. εἰ δὲ τοῖς ἐμοῖς προστάγμα σιν οὐχ ὑπείκετε, ἀλλὰ ταῖς ἰδίαις ἐπιθυμίαις ἁλισκόμενοι πλεονε κτεῖτε, προχειρίσασθε ἕτερον ὃν ἂν βούλησθε ὑμῖν βασιλέα· ἐγὼ γὰρ ἀπειθῶν καὶ ἀδίκων καὶ πλεονεκτῶν βασιλεύειν οὐ δύναμαι." εἷς δέ τις τῶν ἐν τέλει παρρησιασάμενός φησι τῷ βασιλεῖ "προχει ρισάτω με ἡ βασιλεία σου ἐνώπιον πάντων ἔπαρχον, καὶ διορισάτω μηδενὸς φείδεσθαι τοῦ δικαίου ἕνεκα, συγχωρείτω δέ με εἰσέρχε σθαι πρός σε ἀκωλύτως τοῦ τὰ ἀνήκοντα ὑπομιμνήσκειν τὸ κράτος σου. καὶ βεβαιῶ μέχρι τριάκοντα ἡμερῶν μὴ εὑρίσκεσθαι τὸν 1.682 ἀδικοῦντα ἢ ἀδικούμενον. εἰ δέ τις ὑπομνήσει περί τινος ὑποθέ σεως ἧς ἤκουσα ἐγὼ καὶ οὐκ ἐξεδίκησα, κεφαλικῶς τιμωρηθήσο μαι." τοῦτο τοῦ βασιλέως ἀσμένως ἀποδεξαμένου προεχειρίσθη ἔπαρχος. ἕωθεν δὲ ἐπὶ τῷ ἐπαρχικῷ βήματι προκαθίσαντος, καί τινος αὐτῷ γυναικὸς χήρας προσελθούσης καὶ φησάσης ὡς μάγι στρός τις καθήρπασεν αὐτῆς τὴν οὐσίαν ἅπασαν, ἀπέστειλεν αὐ τὴν μετὰ σφραγῖδος εἰπεῖν τῷ μαγίστρῳ παραγενέσθαι δικαιολο γηθησόμενον. τῆς δὲ ἀπελθούσης καὶ μᾶλλον τυφθείσης, ἕνα τῶν αὐτοῦ κουρσώρων ὁ ἔπαρχος πρὸς τὸν μάγιστρον ἔπεμψε· κἀκεῖνον παραλογισάμενος ἀπεπέμψατο. τοῦ δὲ ἐπάρχου ἐν τῷ ἱππικῷ τὸν μάγιστρον ἐκδεχομένου, αὐτοῦ τε τοῦ μαγίστρου κλη θέντος εἰς τὴν βασιλικὴν ἑστίασιν, ἦλθε καὶ ὁ ἔπαρχος πρὸς τὸν βασιλέα, καὶ φησὶ πρὸς αὐτόν "εἰ μὲν ἃ προσέταξάς μοι, ὦ βα σιλεῦ, φυλάττεις, τοῦ μὴ φείδεσθαι τῶν τοὺς πτωχοὺς ἀδικούν των, γνῶθί με τελειοῦντα τὴν ἐμὴν ὑπόσχεσιν. εἰ δὲ μεταμελό μενος φίλους μᾶλλον σεαυτῷ ποιεῖς καὶ συνεστιᾷς, γνῶθι κἀμὲ παραιτούμενον." καὶ ὁ βασιλεύς "εἰ ἐγώ εἰμι ὁ ἀδικῶν, ἐξανά στησόν με τοῦ θρόνου." ὁ δὲ αὐτίκα τὸν μάγιστρον βιαίως ἄρας ἐν τῇ λεγομένῃ χαλκῇ παρεγένετο, καὶ ἀκριβολογησάμενος τὰ παρ' ἀμφοτέρων λεγόμενα, καὶ γνοὺς ὡς οὐ μικρῶς ἠδικήθη παρ' αὐτοῦ ἡ γυνή, τύψας αὐτὸν καὶ τὴν κεφαλὴν κείρας καὶ γυμνὸν ὄνῳ ἐπικαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευσε, δοὺς τῇ γυ ναικὶ πᾶσαν τὴν περιουσίαν ἐκείνου. καὶ ἐκ τούτου πάντες ἐσω 1.683 φρονίσθησαν καὶ πρὸς ἀλλήλους πολυτρόπως εἰρήνευσαν, ὡς μέ χρι λʹ ἡμερῶν μὴ εὑρίσκεσθαι ἐγκαλοῦντα ἢ ἐγκαλούμενον. καὶ ὁ ἔπαρχος ἔφη τῷ βασιλεῖ "νῦν, δέσποτα, ὅπερ ὑπεσχόμην ἐτε λείωσα." τοῦ δὲ βασιλέως προελθόντος, ὡς οὐδεὶς ἦν ὁ