252
ἐγκα λῶν, ὑποστρέψας πατρίκιον αὐτὸν ἐποίησε καὶ ὕπαρχον αὐτὸν μέχρι τέλους τῆς ζωῆς αὐτοῦ.
Ἐπὶ τῆς βασιλείας τούτου Ὁρμίσδας ἐπίσκοπος Ῥώμης καταλαβὼν τὴν Κωνσταντινούπολιν, ἅμα πλείστοις ἐπισκόποις, τοὺς ἀνθισταμένους τῇ συνόδῳ Χαλκηδόνος καθῆρεν Σεβῆρον τὸν Ἀν τιοχείας καὶ Φιλόξενον, βεβαιώσαντες τὴν αὐτὴν σύνοδον, καὶ περὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ τὰ Κυρίλλου Ἀλεξανδρείας προσθέντες ῥήματα "ὁ στατὴρ ὁ νοητός, τὸ νόμισμα τὸ βασιλι κόν, ὁ ἐν ἑνότητι ἁπλοῦς χαρακτὴρ Χριστὸς ἑαυτὸν ὑπὲρ πάντων προσκεκόμικεν εἰς ἁπάντων ζωῆς ἀντίλυτρον. δύο δὲ φύσεις λέ γοντες τὴν διαφορὰν σημαίνομεν τῆς σαρκὸς καὶ τοῦ λόγου διὰ τὸ ἀσύγχυτον. ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν δύο φύσεων ἀπερ γάζεται. ἡ δὲ ἄρρητος ἕνωσις ὁμολογουμένη καὶ ἀσυγχύτους φυ λάττει τὰς φύσεις, καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν ὀφθέντα Χριστόν, θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον γενόμενον τὸν αὐτόν." Τῷ βʹ ἔτει Αἰθέριος καὶ Αὔδιος καὶ οἱ σὺν αὐτοῖς ἰατροὶ ἐπεβούλευσαν τῷ βασιλεῖ, καὶ γνωσθέντες ἀπέθανον ξίφει. Τῷ γʹ ἔτει μεταστειλαμένη Σοφία ἡ Αὐγοῦστα πάντας τοὺς 1.684 χρεωστοῦντας ἀπέδωκε τοῖς κεχρεωστημένοις πάντα τὰ ὀφειλόμενα, ἀντιστραφέντων τῶν ἐνεχύρων τοῖς ἰδίοις αὐθένταις. Τῷ δʹ ἔτει κτίζει τὸ παλάτιον τῶν Σοφιανῶν εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. Τῷ εʹ ἔτει κτίζει τὴν μονὴν τῆς πρίγκηπος, προάστειον αὐ τὴν οὖσαν. Τῷ ʹ ἔτει Ναρσῆς ὁ ἀγαπητὸς τοῦ βασιλέως ἔκτισε τὴν οἰ κίαν Ναρσοῦ καὶ τὴν μονὴν τῶν καθαρῶν. ἀκούσας δὲ Ἰουστῖνος ὅτι ὁ ἀνεψιὸς αὐτοῦ Αὔγουστος, ὃς ἦν δοὺξ Ἀλεξανδρείας, συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας αὐτὸν ἀπεκεφά λισε. Τῷ ζʹ ἔτει ἤρξατο Ἰουστῖνος κτίζειν τὸν ναὸν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ. προσέθηκε δὲ καὶ εἰς τὸν ναὸν τῶν Βλαχερνῶν τὰς δύο ἁψῖδας, καὶ ἐποίησεν αὐτὴν σταυρωτήν. τῷ αὐτῷ ἔτει γέγονε πόλεμος περὶ τὸ Σάργα θον μετὰ Περσῶν καὶ Ῥωμαίων, καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι. Τῷ θʹ ἔτει ἦλθον οἱ Ἄβαρες εἰς τὸν ∆άνουβιν, καὶ ἐνίκη σαν τοὺς Ῥωμαίους. καὶ ὁ Πέρσης Ἀρταβὰν ἐξήλασε κατὰ τῶν Ῥωμαίων, καὶ πολλὴν αἰχμαλωσίαν λαβὼν ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν, παραλαβὼν καὶ τὸ ∆άρας. τοῦτο μαθὼν Ἰουστῖ νος τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφόρῳ περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τὸν Ὁρμίσδαν, ὅστις καὶ ἐνιαυσιαίας ἐποίησεν. ἐπὶ τούτου ἐτυπώθη ψάλλεσθαι τῇ μεγάλῃ εʹ "τοῦ 1.685 δείπνου σοῦ τοῦ μυστικοῦ." ἦλθε δὲ καὶ ἡ ἀχειροποίητος ἀπὸ τῶν Καμουλιανῶν, κώμης τῆς Καππαδοκίας, καὶ τὰ τίμια ξύλα ἀπὸ πόλεως Ἀπαμείας τῆς δευτέρας Συρίας. ἐτυπώθη δὲ ψάλ λεσθαι καὶ ὁ Χερουβικὸς ὕμνος. Τῷ ιʹ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον τὸν κόμητα τῶν ἐξκουβιτόρων υἱοποιησάμενος Καίσαρα ἀνηγόρευσε καὶ συγκάθε δρον αὐτοῦ ἐποίησεν. ἦν δὲ ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος. Τῷ ιαʹ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸν μέγαν ἀγωγὸν τοῦ Οὐά λεντος καὶ τὸν ἕτερον ἀγωγὸν τὸν λεγόμενον Ἀδράνην, καὶ ἐχορή γησε τῇ πόλει δαψίλειαν ὕδατος. κτίζει οὖν καὶ τὰ παλάτια τὰ ἐν τῷ Ἰουλιανοῦ λιμένι. ἀποκαθαίρει δὲ καὶ αὐτὸν τὸν λιμένα καὶ στήλας δύο ἐν μέσῳ αὐτοῦ ἵστησι, τήν τε ἑαυτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Σοφίας, μετονομάσας καὶ τὸν λιμένα Σοφίας. ἐποικοδομεῖ δὲ καὶ τὸν ναὸν τοῦ ἀρχιστρατήγου, ὃς ἔκ τινος Ἄδδα ἐκεῖσε κατοικοῦντος προσηγορεύετο. Τῷ ιβʹ ἔτει ἐτελεύτησεν Ἰωάννης ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως. τῷ ιγʹ ἔτει Εὐτυχὴς ἀπέλαβε τὸν θρόνον Κωνσταντι νουπόλεως. ὁ δὲ βασιλεὺς ἀσθενήσας καὶ μικρὸν ἀνεθεὶς προσεκα λέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον καὶ πάντας, καὶ ἀγα γὼν τὸν Καίσαρα Τιβέριον παρουσίᾳ πάντων προεβάλετο αὐτὸν βασιλέα, εἰπών "ὁ θεὸς ἀγαθόν σε ποιήσας αὐτός, οὐκ ἐγώ, τὸ σχῆμα τῆς βασιλείας σοι δίδωσι. τίμησον αὐτό, ἵνα τιμηθῇς 1.686 ὑπ' αὐτοῦ. μὴ ἐπιχαίρῃς αἵμασι, μὴ κοινώνει φόνοις. μὴ κα κὸν ἀντὶ κακοῦ ἀποδώσῃς. μὴ μηνιῇς τινί, ὡς κἀγώ· κἀγὼ γὰρ μηνιῶν ἔπταισα, καὶ