253
σφαλεὶς ἀπέλαβον κατὰ τὰς ἀνομίας μου· ἀλλὰ δικάσομαι ἐν τῷ θεῷ τοῖς ὑποβάλλουσί μοι ταῦτα. μὴ ἐπαρθῇς ἐπὶ τιμῇ τῆς βασιλείας σου. οὕτως ἔχε τοὺς πάντας ὡς ἑαυτόν. γνῶθι τίς ἦς καὶ τίς εἶ νῦν. μὴ ὑπερήφανος ᾖς τοῖς ὁμοφύλοις, καὶ οὐχ ἁμάρτῃς. οἶδας τίς ἤμην καὶ τίς εἰμὶ νῦν, τὸν θάνατον ἐν ὀφθαλμοῖς ὁρῶν. πάντες οὗτοι οἱ παριστάμενοι δοῦλοί εἰσι καὶ τέκνα σου. τῷ στρατῷ πρόσεχε. ἀνάνδρους καὶ ἀσυνέτους μὴ προχειρίζου. μή σε πεισάτωσαν ὅτι καὶ οἱ πρὸ σοῦ οὕτως διεγένοντο. ταῦτα παρεγγυῶ σοι καὶ παραινῶ ἀφ' ὧν ἔπα θον. περιουσίας οἱ ἔχοντες ἀπολαυέτωσαν αὐτῶν χρησίμως. τοῖς μὴ ἔχουσι σε προετίμησα. τὴν μητέρα σου, τήν ποτέ σου δέσποι ναν γενομένην, σέβου καὶ τίμα· δοῦλος γὰρ ἦσθα πρότερον, νῦν δὲ γενοῦ υἱὸς αὐτῆς." ταῦτα εἰπόντος τοῦ βασιλέως, καὶ τοῦ Καίσαρος ἐν τοῖς ποσὶν αὐτοῦ πεσόντος, ἔφη ὁ βασιλεύς "εἰ θέ λεις, εἰμί, εἰ οὐ θέλεις, οὐ ζῶ. ὁ θεὸς ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν ποιήσας ἐμβάλῃ εἰς τὴν καρδίαν σου καὶ ἄλλα, ἃ ἐπελαθό μην εἰπεῖν σοι." τῆς νόσου δὲ τῷ βασιλεῖ βαρέως ἐπικειμένης μετ' οὐ πολὺ ἐτελεύτησε. καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ Ἰουστινιανοῦ, ἐν λάρνακι Προικοννησίῳ, μετὰ Σοφίας τῆς γυναι κὸς αὐτοῦ. Ἐπὶ τούτου τοῦ εὐσεβεστάτου Ἰουστίνου Ἰουδαῖός τις ἐν 1.687 τῇ πόλει ὑελοψὸς παιδίον ἐκέκτητο μονογενές, ὃ παρέδωκε μαν θάνειν γράμματα πλησίον τῆς μεγάλης ἐκκλησίας, ἧς ὁ σκευοφύλαξ ἔχων λείψανα πολλὰ τῆς ἁγίας τραπέζης δέδωκε τοῖς παισὶ πρὸς τὸ δαπανῆσαι αὐτά. μεθ' ὧν συνῆλθε καὶ τὸ Ἰουδαϊκὸν παιδίον· ὅπερ ἀπολυθὲν πρὸς τοὺς γονεῖς αὐτοῦ ἀπῆλθε. καὶ φησὶν ὁ πατὴρ αὐτοῦ "ἵνα τί ἐβράδυνας, τέκνον;" ὁ δὲ παῖς ἀπεκρίθη "μετὰ τῶν Χριστιανῶν παιδίων εἰς τὴν μεγάλην ἐκκλη σίαν ἔφαγον κἀγώ, πάτερ." ὁ δὲ δόλιος ἐκεῖνος θὴρ σφόδρα μανείς, μετὰ τὸ ἀριστῆσαι λαβὼν τὸ παιδίον καὶ ἀπελθὼν εἰς τὸ ἐργαστήριον αὐτοῦ ἔρριψεν αὐτὸ εἰς τὴν κάμινον καὶ κλείσας τὴν θύραν ἀνεχώρησεν. ἡ δὲ γυνὴ αὐτοῦ τὴν κατὰ τοῦ παιδὸς μα νίαν τοῦ ἀνδρὸς αὐτῆς εἰδυῖα, ἀπελθοῦσα ἐν τῷ ἐργαστηρίῳ καὶ διὰ τῆς ὀπῆς παρακύψασα ἤκουσε τῆς φωνῆς τοῦ παιδὸς καὶ εἰσ ελθοῦσα εὗρε τὸν παῖδα καθήμενον ἔσωθεν τῆς καμίνου ἀκατά φλεκτον. ὃν ἐξαγαγοῦσα ἠρώτα αὐτὸν πῶς ἀκατάφλεκτος διέμει νεν· ὁ δὲ ἀπεκρίνετο "γυνὴ πορφυροφοροῦσα ἦλθε καὶ τὴν φλόγα κατέσβεσε, λέγουσά μοι μὴ φοβοῦ, παιδίον." ἡ δὲ μήτηρ αὐ τοῦ ταῦτα ἀκούσασα καὶ καταπλαγεῖσα ἀπῆλθε σὺν τῷ υἱῷ πρὸς τὸν πατριάρχην Μηνᾶν, καὶ πάντα ἀναγγείλασα παρεκάλει Χρι στιανὴ γενέσθαι. ὁ δὲ πρὸς τὸν βασιλέα ἀπήγαγε, καὶ ἐκέλευσεν ὁ βασιλεὺς παραστῆναι καὶ τὸν πατέρα τοῦ παιδίου, καὶ μετὰ τὴν ἐξέτασιν παρεκάλει τὸν Ἑβραῖον ὁ βασιλεὺς γενέσθαι Χριστιανόν. καὶ πολλὰ παραινέσας αὐτὸν οὐκ ἔπεισεν. ὅθεν καὶ προσέταξεν αὐτὸν ἀνασκολοπισθῆναι ὡς φονέα γενόμενον τοῦ ἰδίου παιδίου. 1.688 τὴν δὲ γυναῖκα καὶ τὸ παιδίον βαπτίσας ὁ πατριάρχης τὴν μὲν ἐποίησεν ἀσκήτριαν, τὸ δὲ παιδίον ἀναγνώστην.
Κόσμου ἔτος #22οαʹ, τῆς θείας σαρκώσεως ἔτος φοζʹ, Ῥω μαίων βασιλεὺς ὀρθόδοξος Τιβέριος ἔτη δʹ. ἦν δὲ τὴν τοῦ σώ ματος ἀναδρομὴν τέλειος, εὔστηθος, εὐόμματός τε καὶ ὀλίγον ὑπόγλαυκος, ξανθὴν ἔχων τὴν τρίχα τῆς κεφαλῆς καὶ τὸ γένειον, λευκὸς τὴν χροιὰν καὶ τὸ πρόσωπον ἀνθηρός, ἀγαθὸς καὶ μεγα λόψυχος εἰς ὑπερβολήν. τούτου ἀνελθόντος ἐν τῷ ἱππικῷ ἀνέ κραξαν τὰ μέρη "ἴδωμεν ἴδωμεν τὴν Αὐγοῦσταν Ῥωμαίων." ὁ δὲ ἐδήλωσεν "ἡ ἀντικρὺ τοῦ δημοσίου λουτροῦ ∆ιηγιστέως ἐκ κλησία ὁμώνυμός ἐστι τῇ Αὐγούστῃ." εὐφήμησαν οὖν τὰ μέρη "̓Αναστασίας Αὐγούστης πολλὰ τὰ ἔτη." ἡ δὲ Σοφία ἡ τοῦ Ἰουστίνου γυνὴ ἐπλήγη τὴν ψυχήν· οὐ γὰρ ᾔδει ἔχειν αὐτὸν γυ ναῖκα, καὶ διὰ τοῦτο προσεφιλιώθη αὐτῷ ὑπὸ Ἰουστίνου, πεί σασα αὐτὸν προβαλέσθαι εἰς βασιλέα Τιβέριον, βουλομένη γῆμαι αὐτὸν καὶ μεῖναι Αὐγοῦστα. ταύτην δὲ κατήγαγε Τιβέριος εἰς τὸ παλάτιον τῶν Σοφιῶν, κελεύσας κουβικουλάριον καὶ ἑτέρους τινὰς εἶναι εἰς ὑπηρεσίαν αὐτῆς καὶ